Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[36]
νομίζων μεγάλα κερδαίνειν, εἰ κατὰ πλοῦν μὴ κινδυνεύοι τὰ χρήματα, ἄλλως τε καὶ Δακεδαιμονίων ἀρχόντων κατ᾽ ἐκεῖνον τὸν χρόνον τῆς θαλάττης. τούτῳ μὲν οὖν οὐδὲν ἡγοῦμαι τοῦτ᾽ εἶναι σημεῖον, ὡς οὐκ ἦν ἐνθάδε μοι χρήματα. ἐμοὶ δὲ μέγιστ᾽ ἔσται τεκμήρια τὰ πρὸς Στρατοκλέα πραχθέντα, ὡς ἦν μοι παρὰ τούτῳ χρυσίον.