Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[51]
τὸ τελευταῖον τοίνυν, ὦ ἄνδρες δικασταί, ὁμολογήσας ὡς Σάτυρον εἰσπλευσεῖσθαι καὶ ποιήσειν ἅττ᾽ ἂν ἐκεῖνος γνῷ, καὶ ταῦτ᾽ ἐξηπάτησε, καὶ αὐτὸς μὲν οὐκ ἤθελεν εἰσπλεῦσαι πολλάκις ἐμοῦ προκαλεσαμένου, εἰσέπεμψε δὲ τὸν Κίττον: ὃς ἐλθὼν ἐκεῖσ᾽ ἔλεγεν ὅτι ἐλεύθερος εἴη καὶ τὸ γένος Μιλήσιος, εἰσπέμψειε δ᾽ αὐτὸν Πασίων διδάξοντα περὶ τῶν χρημάτων.