Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[339β]
σμικρά γε ἴσως, ἔφη, προσθήκη.οὔπω δῆλον οὐδ᾽ εἰ μεγάλη: ἀλλ᾽ ὅτι μὲν τοῦτο σκεπτέον εἰ ἀληθῆ λέγεις, δῆλον. ἐπειδὴ γὰρ συμφέρον γέ τι εἶναι καὶ ἐγὼ ὁμολογῶ τὸ δίκαιον, σὺ δὲ προστιθεῖς καὶ αὐτὸ φῂς εἶναι τὸ τοῦ κρείττονος, ἐγὼ δὲ ἀγνοῶ, σκεπτέον δή.σκόπει, ἔφη.ταῦτ᾽ ἔσται, ἦν δ᾽ ἐγώ. καί μοι εἰπέ: οὐ καὶ πείθεσθαι μέντοι τοῖς ἄρχουσιν δίκαιον φῂς εἶναι;ἔγωγε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.