Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[348ξ]
πάνυ μὲν οὖν καὶ φημί, ἔφη, καὶ δι᾽ ἅ, εἴρηκα.φέρε δή, τὸ τοιόνδε περὶ αὐτῶν πῶς λέγεις; τὸ μέν που ἀρετὴν αὐτοῖν καλεῖς, τὸ δὲ κακίαν;πῶς γὰρ οὔ;οὐκοῦν τὴν μὲν δικαιοσύνην ἀρετήν, τὴν δὲ ἀδικίαν κακίαν;εἰκός γ᾽, ἔφη, ὦ ἥδιστε, ἐπειδή γε καὶ λέγω ἀδικίαν μὲν λυσιτελεῖν, δικαιοσύνην δ᾽ οὔ.ἀλλὰ τί μήν;τοὐναντίον, ἦ δ᾽ ὅς.ἦ τὴν δικαιοσύνην κακίαν;οὔκ, ἀλλὰ πάνυ γενναίαν εὐήθειαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.