[49ξ]
Σωκράτης
τί δὲ δή; κακουργεῖν δεῖ, ὦ Κρίτων, ἢ οὔ;
Κρίτων
οὐ δεῖ δήπου, ὦ Σώκρατες.
Σωκράτης
τί δέ; ἀντικακουργεῖν κακῶς πάσχοντα, ὡς οἱ πολλοί φασιν, δίκαιον ἢ οὐ δίκαιον;
Σωκράτης
τὸ γάρ που κακῶς ποιεῖν ἀνθρώπους τοῦ ἀδικεῖν οὐδὲν διαφέρει.
Σωκράτης
οὔτε ἄρα ἀνταδικεῖν δεῖ οὔτε κακῶς ποιεῖν οὐδένα ἀνθρώπων, οὐδ᾽ ἂν ὁτιοῦν πάσχῃ ὑπ᾽ αὐτῶν. καὶ ὅρα, ὦ