previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[12] ἔτι τοίνυν παραλείπω πολλά, ἐφ᾽ οἷς ἕτερος καὶ μηδὲν ἄλλο χρήσιμος γεγονὼς δικαίως ἂν ἠξίου τυγχάνειν σωτηρίας, χορηγίας καὶ τριηραρχίας καὶ χρημάτων ἐπιδόσεις ἐν πᾶσι τοῖς καιροῖς: ἐν οἷς ἐγὼ φανήσομαι οὐ μόνον αὐτὸς ἐξητασμένος πρῶτος, ἀλλὰ καὶ τοὺς ἄλλους παρακεκληκώς. ὧν ἕκαστον, ἄνδρες Ἀθηναῖοι, λογίσασθε, ὡς ἀνάξιόν ἐστι τῆς περιεστηκυίας νῦν ἐμοὶ συμφορᾶς. [13] ἀφθόνων δ᾽ ὄντων, ἀπορῶ τί πρῶτον ὀδύρωμαι τῶν παρόντων κακῶν. πότερον τὴν ἡλικίαν ἐν φυγῆς ἐπικινδύνου πειρᾶσθαι παρ᾽ ἔθος καὶ παρὰ τὴν ἀξίαν ἀναγκάζομαι; τὴν αἰσχύνην ἐφ᾽ κατ᾽ οὐδέν᾽ ἔλεγχον οὐδ᾽ ἀπόδειξιν ἁλοὺς ἀπόλωλα; τὰς ἐλπίδας ὧν διαμαρτών, ὧν ἑτέροις προσῆκε κεκληρονόμηκα κακῶν; [14] οὔτ᾽ ἐφ᾽ οἷς ἐπολιτεύθην πρότερον δίκην ὀφείλων δοῦναι, οὔτε τῶν ἐφ᾽ οἷς ἐκρινόμην ἐξελεγχθέντων: οὔτε γὰρ ἔγωγε τῶν Ἁρπάλου φίλων φανήσομαι γεγονώς, τῶν τε γραφέντων περὶ Ἁρπάλου μόνα τὰ ἐμοὶ πεπραγμέν᾽ ἀνέγκλητον πεποίηκε τὴν πόλιν. ἐξ ὧν πάντων δῆλόν ἐστιν ὅτι καιρῷ τινὶ ληφθεὶς καὶ οὐκ ἀδικήματι, τῇ πρὸς ἅπαντας τοὺς ἐν ταῖς αἰτίαις ὀργῇ περιπέπτωκ᾽ ἀδίκως τῇ πρῶτος εἰσιέναι. [15] ἐπεὶ τί τῶν δικαίων οὐκ εἶπον ἐγὼ τῶν σεσῳκότων τοὺς ὕστερον κρινομένους; τίν᾽ ἔλεγχον εἶπεν βουλὴ κατ᾽ ἐμοῦ; τίνα νῦν ἂν εἰπεῖν ἔχοι; οὐ γὰρ ἔστιν οὐδείς: τὰ γὰρ μὴ γενόμεν᾽ οὐκ ἔστι ποιῆσαι γεγενῆσθαι. ἀλλὰ περὶ μὲν τούτων παύομαι, πόλλ᾽ <ἂν> γράφειν ἔχων: τὸ γὰρ μηδὲν ἐμαυτῷ συνειδέναι πεῖράν μοι δέδωκεν εἰς μὲν ὠφέλειαν ἀσθενὲς ὄν, εἰς δὲ τὸ μᾶλλον λυπεῖσθαι πάντων ὀδυνηρότατον. [16] ἐπειδὴ δὲ καλῶς ποιοῦντες πᾶσι τοῖς ἐν ταῖς αἰτίαις διήλλαχθε, κἀμοὶ διαλλάγητ᾽, ἄνδρες Ἀθηναῖοι: οὔτε γὰρ ἠδίκηχ᾽ ὑμᾶς οὐδέν, ὡς ἴστωσαν οἱ θεοὶ καὶ ἥρωεςμαρτυρεῖ δέ μοι πᾶς πρόσθεν παρεληλυθὼς χρόνος, ὃς δικαιότερον ἂν πιστεύοιθ᾽ ὑφ᾽ ὑμῶν τῆς ἀνελέγκτου νῦν ἐπενεχθείσης αἰτίας), οὔτ᾽ ἐγὼ χείριστος οὐδ᾽ ἀπιστότατος φανήσομαι τῶν διαβληθέντων.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: