ὅτι αἱ δυνάμεις τοῖς ἀπαιδεύτοις οὐκ ἀσφαλεῖς.
καθ᾽ ὅσους τρόπους μεταλαμβάνειν ἔστι τὰ ἰσοδυναμοῦντα ἀλλήλοις, κατὰ τοσούτους καὶ τὰ εἴδη τῶν ἐπιχειρημάτων τε καὶ ἐνθυμημάτων ἐν τοῖς λόγοις ἐκποιεῖ μεταλαμβάνειν. [2] οἷον φέρε τὸν τρόπον τοῦτον: εἰ ἐδανείσω καὶ μὴ ἀπέδωκας, ὀφείλεις μοι τὸ ἀργύριον: οὐχὶ ἐδανείσω μὲν καὶ οὐκ ἀπέδωκας: οὐ μὴν ὀφείλεις μοι τὸ ἀργύριον. [3] καὶ τοῦτο οὐδενὶ μᾶλλον προσήκει ἢ τῷ φιλοσόφῳ ἐμπείρως ποιεῖν. εἴπερ γὰρ ἀτελὴς συλλογισμός ἐστι τὸ ἐνθύμημα, δῆλον ὅτι ὁ περὶ τὸν τέλειον συλλογισμὸν γεγυμνασμένος οὗτος ἂν ἱκανὸς εἴη καὶ περὶ τὸν ἀτελῆ οὐδὲν ἧττον. [4]τί ποτ᾽ οὖν οὐ γυμνάζομεν αὑτούς τε καὶ ἀλλήλους τὸν τρόπον τοῦτον; [5] ὅτι νῦν καίτοι μὴ γυμναζόμενοι περὶ ταῦτα μηδ᾽ ἀπὸ τῆς ἐπιμελείας τοῦ ἤθους ὑπό γε ἐμοῦ περισπώμενοι ὅμως οὐδὲν ἐπιδίδομεν εἰς καλοκἀγαθίαν. [6] τί οὖν χρὴ προσδοκᾶν, εἰ καὶ ταύτην τὴν ἀσχολίαν προσλάβοιμεν; καὶ μάλισθ᾽, ὅτι οὐ μόνον ἀσχολία τις ἀπὸ τῶν ἀναγκαιοτέρων αὐτὴ προσγένοιτ᾽ ἄν, ἀλλὰ καὶ οἰήσεως ἀφορμὴ καὶ τύφου οὐχ ἡ τυχοῦσα. [7] μεγάλη γάρ ἐστι δύναμις ἡ ἐπιχειρητικὴ καὶ πιθανολογική, καὶ μάλιστ᾽ εἰ τύχοι γυμνασίας ἐπιπλέον καί τινα καὶ εὐπρέπειαν ἀπὸ τῶν ὀνομάτων προσλάβοι. [8] ὅτι καὶ ἐν τῷ καθόλου πᾶσα δύναμις ἐπισφαλὴς τοῖς ἀπαιδεύτοις καὶ ἀσθενέσι προσγενομένη πρὸς τὸ ἐπᾶραι καὶ χαυνῶσαι ἐπ᾽ αὐτῇ. [9] ποίᾳ γὰρ ἄν τις ἔτι μηχανῇ πείσαι τὸν νέον τὸν ἐν τούτοις διαφέροντα, ὅτι οὐ δεῖ προσθήκην αὐτὸν ἐκείνων γενέσθαι, ἀλλ᾽ ἐκεῖνα αὐτῷ προσθεῖναι; [10] οὐχὶ δὲ πάντας τοὺς λόγους τούτους καταπατήσας ἐπηρμένος ἡμῖν καὶ πεφυσημένος περιπατεῖ μηδ᾽ ἀνεχόμενος, ἄν τις ἅπτηται τι αὐτοῦ ὑπομιμνῄσκων, τίνος ἀπολελειμμένος ποῦ ἀποκέκλικεν;
[11] τί οὖν; Πλάτων φιλόσοφος οὐκ ἦν; — Ἱπποκράτης γὰρ ἰατρὸς οὐκ ἦν; ἀλλ᾽ ὁρᾷς πῶς φράζει Ἱπποκράτης. μή τι οὖν Ἱπποκράτης οὕτω φράζει, καθὸ ἰατρός ἐστιν; [12] τί οὖν μιγνύεις πράγματα ἄλλως ἐπὶ τῶν αὐτῶν ἀνθρώπων συνδραμόντα; [13] εἰ δὲ καλὸς ἦν Πλάτων καὶ ἰσχυρός, ἔδει κἀμὲ καθήμενον ἐκπονεῖν, ἵνα καλὸς γένωμαι ἢ ἵνα ἰσχυρός, ὡς τοῦτο ἀναγκαῖον πρὸς φιλοσοφίαν, ἐπεί τις φιλόσοφος ἅμα καὶ καλὸς ἦν καὶ φιλόσοφος; [14] οὐ θέλεις αἰσθάνεσθαι καὶ διακρῖναι κατὰ τί οἱ ἄνθρωποι γίνονται φιλόσοφοι καὶ τίνα ἄλλως αὐτοῖς πάρεστιν; ἄγε εἰ δ᾽ ἐγὼ φιλόσοφος ἤμην, ἔδει ὑμᾶς καὶ χωλοὺς γενέσθαι; τί οὖν; [15] αἴρω τὰς δυνάμεις ταύτας; μὴ γένοιτο: οὐδὲ γὰρ τὴν ὁρατικήν. [16] ὅμως δ᾽, ἄν μου πυνθάνῃ τί ἐστιν ἀγαθὸν τοῦ ἀνθρώπου, οὐκ ἔχω σοι ἄλλο εἰπεῖν ἢ ὅτι ποιὰ προαίρεσις φαντασιῶν.