τί ἐπαγγέλλεται φιλοσοφία.
συμβουλευομένου τινός, πῶς τὸν ἀδελφὸν πείσῃ μηκέτι χαλεπῶς αὐτῷ ἔχειν, [2] οὐκ ἐπαγγέλλεται, ἔφη, φιλοσοφία τῶν ἐκτός τι περιποιήσειν τῷ ἀνθρώπῳ: εἰ δὲ μή, ἔξω τι τῆς ἰδίας ὕλης ἀναδέξεται. ὡς γὰρ τέκτονος ὕλη τὰ ξύλα, ἀνδριαντοποιοῦ ὁ χαλκός, οὕτως τῆς περὶ βίον τέχνης ὕλη ὁ βίος αὐτοῦ ἑκάστου. [3] — τί οὖν ὁ τοῦ ἀδελφοῦ; — πάλιν τῆς αὐτοῦ ἐκείνου τέχνης ἐστίν, πρὸς δὲ τὴν σὴν τῶν ἐκτός ἐστιν, ὅμοιον ἀγρῷ, ὅμοιον ὑγείᾳ, ὅμοιον εὐδοξίᾳ. τούτων δ᾽ οὐδὲν ἐπαγγέλλεται: φιλοσοφία. [4] ‘ἐν πάσῃ περιστάσει τηρήσω τὸ ἡγεμονικὸν κατὰ φύσιν ἔχον.’ — τὸ τίνος; — ‘τὸ ἐκείνου, ἐν ᾧ εἰμί.’ [5] — πῶς οὖν ἐκεῖνός μοι μὴ ὀργίζηται; — ‘φέρε μοι ἐκεῖνον κἀκείνῳ ἐρῶ, σοὶ δὲ περὶ τῆς ἐκείνου ὀργῆς οὐδὲν ἔχω λέγειν.’[6] εἰπόντος δὲ τοῦ συμβουλευομένου ὅτι Τοῦτο ζητῶ, πῶς ἂν ἐκείνου καὶ μὴ διαλλασσομένου κατὰ φύσιν ἔχοιμι, [7] οὐδέν, ἔφη, τῶν μεγάλων ἄφνω γίνεται, ὅπου γε οὐδ᾽ ὁ βότρυς οὐδὲ σῦκον. ἄν μοι νῦν λέγῃς ὅτι ‘θέλω σῦκον,’ ἀποκρινοῦμαί σοι ὅτι ‘χρόνου δεῖ.’ ἄφες ἀνθήσῃ πρῶτον, εἶτα προβάλῃ τὸν καρπόν, εἶτα πεπανθῇ. [8] εἶτα συκῆς μὲν καρπὸς ἄφνω καὶ μιᾷ ὥρᾳ οὐ τελειοῦται, γνώμης δ᾽ ἀνθρώπου καρπὸν θέλεις οὕτως δι᾽ ὀλίγου καὶ εὐκόλως κτήσασθαι; μηδ᾽ ἂν ἐγώ σοι λέγω, προσδόκα.