Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
6.
ἢν δὲ ἐπὶ τὴν καρδίην ποιήσηται ὁ κατάῤΡ῾οος τὴν πορείην,
παλμὸς ἐπιλαμβάνει καὶ ἄσθματα,
καὶ τὰ στήθεα διαφθείρεται,
ἔνιοι
δὲ καὶ κυφοὶ γίνονται:
ὁκόταν γὰρ ἐπικατέλθῃ τὸ φλέγμα ψυχρὸν
ἐπὶ τὸν πλεύμονα ἢ ἐπὶ τὴν καρδίην,
ἀποψύχεται τὸ αἷμα:
αἱ δὲ
φλέβες πρὸς βίην ψυχόμεναι πρὸς τῷ πλεύμονι καὶ τῇ καρδίῃ πηδῶσι,
καὶ ἡ καρδίη πάλλεται,
ὥστε ὑπὸ τῆς ἀνάγκης ταύτης τὰ
ἄσθματα ἐπιπίπτειν καὶ τὴν ὀρθοπνοίην.
οὐ γὰρ δέχεται τὸ πνεῦμα
ὅσον ἐθέλει,
μέχρις ἂν κρατηθῇ τοῦ φλέγματος τὸ ἐπιῤΡ῾υὲν καὶ διαθερμανθὲν διαχυθῇ ἐς τὰς φλέβας:
ἔπειτα παύεται τοῦ παλμοῦ καὶ
τοῦ ἄσθματος:
παύεται δὲ ὅκως ἂν τοῦ πλήθεος ἔχῃ:
ἢν μὲν γὰρ
πλέον ἐπικαταῤΡ῾υῇ,
σχολαίτερον,
ἢν δὲ ἔλασσον,
θᾶσσον:
καὶ ἢν μὲν
πυκνότεροι ἔωσιν οἱ κατάῤΡ῾οοι,
πυκνότερα ἐπίληπτος γίνεται,
ἢν
δὲ μὴ,
ἀραιότερα.
Τάῦτα μὲν οὖν πάσχει,
ἢν ἐπὶ τὸν πλεύμονα καὶ
τὴν καρδίην ἴῃ:
ἢν δὲ ἐς τὴν κοιλίην,
διάῤΡ῾οιαι λαμβάνουσιν.