Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
ἃ μὲν οὖν ἀναγκαῖον ἦν προειπεῖν, ταῦτ᾽ ἐστίν: ἤδη δ᾽ ἀναγιγνώσκετε τὴν ἀπολογίαν τὴν προσποιουμένην μὲν περὶ κρίσεως γεγράφθαι, βουλομένην δὲ περὶ ἐμοῦ δηλῶσαι τὴν ἀλήθειαν, καὶ τοὺς μὲν ἀγνοοῦντας εἰδέναι ποιῆσαι, τοὺς δὲ φθονοῦντας ἔτι μᾶλλον ὑπὸ τῆς νόσου ταύτης λυπεῖσθαι: μείζω γὰρ δίκην οὐκ ἂν δυναίμην λαβεῖν παρ᾽ αὐτῶν.