Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[64]
ἐπιδείξας δ᾽ ὡς συμφέρει τῇ πόλει διαλύσασθαι τὸν πόλεμον, κατηγορῶ τῆς δυναστείας τῆς ἐν τοῖς Ἕλλησι καὶ τῆς ἀρχῆς τῆς κατὰ θάλατταν, ἀποφαίνων αὐτὴν οὐδὲν διαφέρουσαν οὔτε ταῖς πράξεσιν οὔτε τοῖς πάθεσι τῶν μοναρχιῶν: ἀναμιμνήσκω δὲ καὶ τὰ συμβάντα δι᾽ αὐτὴν τῇ πόλει καὶ Λακεδαιμονίοις καὶ τοῖς ἄλλοις ἅπασι. διαλεχθεὶς δὲ περὶ τούτων,