Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22]
ἔχρη οὖν καὶ ἐθέσπιζε, πολλῇ τῇ συνέσει ἐνταῦθα χρώμενος καὶ τὸ εἰκαστικὸν τῇ ἐπινοίᾳ προσάπτων, τοῖς μὲν λοξὰ καὶ ἀμφίβολα πρὸς τὰς ἐρωτήσεις ἀποκρινόμενος, τοῖς δὲ καὶ πάνυ ἀσαφῆ: χρησμῳδικὸν γὰρ ἐδόκει αὐτῷ τοῦτο. τοὺς δὲ ἀπέτρεπεν ἢ προὔτρεπεν, ὡς ἄμεινον ἔδοξεν αὐτῷ εἰκάζοντι: τοῖς δὲ θεραπείας
προὔλεγεν καὶ διαίτας, εἰδώς, ὅπερ ἐν ἀρχῇ ἔφην, πολλὰ καὶ χρήσιμα φάρμακα. μάλιστα δὲ
εὐδοκίμουν παρ᾽ αὐτῷ αἱ κυτμίδες, ἀκόπου τι
ὄνομα πεπλασμένον, ἐκ λίπους ἀρκείου ^ συντεθειμένου.^ τὰς μέντοι ἐλπίδας καὶ προκοπὰς
[p. 206]
καὶ κλήρων διαδοχὰς εἰσαῦθις ἀεὶ ἀνεβάλλετο,
προστιθεὶς ὅτι ‘ ἔσται πάντα ὁπόταν ἐθελήσω ἐγὼ καὶ Ἀλέξανδρος ὁ προφήτης μου δεηθῇ καὶ εὔξηται ὑπὲρ ὑμῶν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.