Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[35]
οὐ περιμείνας τὴν τοῦ θεοῦ ὑπόσχεσιν. καὶ οὗτος
ὁ χρησμὸς τῶν αὐτοφώνων ἦν.
ἐρομένῳ δὲ αὐτῷ ποτε καὶ περὶ γάμου ῥητῶς
ἔφη: γῆμον Ἀλεξάνδρου τε Σεληναίης τε θύγατρα. διεδεδώκει δὲ πάλαι λόγον ὡς τῆς θυγατρός, ἣν
εἶχεν, ἐκ Σελήνης αὐτῷ γενομένης τὴν γὰρ Σελήνην ἔρωτι ἁλῶναι αὐτοῦ καθεύδοντά ποτε ἰδοῦσαν, ὅπερ αὐτῇ ἔθος, κοιμωμένων ἐρᾶν τῶν καλῶν. ὁ δ᾽ οὐδὲν μελλήσας ὁ συνετώτατος Ῥουτιλιανὸς ἔπεμπεν εὐθὺς ἐπὶ τὴν κόρην καὶ τοὺς γάμους συνετέλει ἑξηκοντούτης νυμφίος καὶ συνῆν, τὴν πενθερὰν Σελήνην ἑκατόμβαις ὅλαις ἱλασκόμενος καὶ τῶν ἐπουρανίων εἷς καὶ αὐτὸς οἰόμενος γεγονέναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.