previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὗ τις ἐρείσει τὸν ὀφθαλμόν: ἕλκει γὰρ ἐφ᾽ ἑαυτὸ ἕκαστον ὥσπερ ἐν ὅρμῳ ποικίλῳ. κατιόντα δὲ ἀπὸ τῆς ἀκροπόλεως τὰ ἑῷα ἐκδέχεται, ναῶν τε κάλλιστος αὖθις τῆς εἰληχυίας θεοῦ τὴν πόλιν, καὶ τὰ ἐπὶ τούτοις ἔργον καὶ πρεσβύτῃ μνησθῆναι κοσμίως. πάντα γὰρ ἤδη μέχρι τῆς παραλίας καταλάμπεται γυμνασίοις, ἀγοραῖς, θεάτροις, περιβόλοις, λιμέσι, κάλλεσιν αὐτοφυέσι καὶ χειροποιήτοις ἁμιλλωμένοις. ἀργὸν δὲ οὐδέν ἐστι θεάματος οὐδὲ χρείας. λουτρὰ μέν γε τοσαῦτα ὥστε ἀπορήσαις ἂν οὗ λούσαιο, [p. 376] δρόμοι δὲ ἁπάσης ἰδέας, οἱ μὲν ἐν βάθει τῆς πόλεως, οἱ δ᾽ ἐπὶ τέρμασιν, ἄλλος ἄλλον κωλύων τὸν κάλλιστον εἶναι, κρῆναι δὲ καὶ πηγαὶ κατ᾽ οἰκίας τε καὶ πλείους κατ᾽ οἰκίαν, καὶ στενωποὶ ἀντ᾽ ἀγορῶν καὶ στενωποὶ τέτραχα σχίζοντες ἀλλήλους εἰς ὑποδοχὴν τοῦ ἡλίου, μικροῦ δέω λέγειν πρόσθεν ἠρνούμην, πολλὰς πόλεις ποιοῦντες τῇ περιγραφῇ, μίμημα τῆς πάσης ἑκάστην. αὖραι δὲ ἠριναί τε καὶ θεριναὶ λιγυρώτεραι τῶν παρὰ ποιηταῖς ἀηδόνων καὶ τεττίγων, ἄλλαι δι᾽ ἄλλων διᾴττουσαι τόπων ἅπασαν τὴν πόλιν ἀντὶ ἄλσους καθιστᾶσι. ποίας γραφῆς πλάσματος οὐ βελτίω ταῦτα μιμήσασθαι; ἀεὶ δὲ ὥσπερ εἰς πομπὴν ἐνιαύσιον κεκοσμημένη ταῖς τε ἰδίαις καὶ ταῖς δημοσίαις κατασκευαῖς ὡραΐζεται, σκηνῆς Μηδικῆς θέαμα ἁβρότερον. θυμηδίαι δὲ αὐτὴν οὔποτε λείπουσιν, οὐδ᾽ ὅσαι Μοῦσαι πόλεις ἀνθρώπων ἐπέρχονται οὐδεμία ἐξοικεῖ. πολλὴ μὲν γὰρ ἐγχώριος, πολλὴ δὲ ἔπηλυς: φαίης ἂν ἑστίαν εἶναι τῆς ἠπείρου παιδείας ἕνεκα. θεάτρων τε πάντων κατά τε ἀγῶνας καὶ τὰς ἄλλας ἐπιδείξεις ἀμύθητος ἀφθονία. πρὸς δὲ τούτοις χειρῶν ἔργα παντοῖα καὶ φορὰ γῆς καὶ θαλάττης ἐφάμιλλος. συνελόντι δ᾽ εἰπεῖν, ἑκατέρῳ τῷ ἔθνει μία δὴ πόλις αὕτη μετριωτάτη, ὅσοι τε ἐπὶ ῥᾳστώνης τὸν βίον διανύσαι προείλοντο καὶ ὅσοι φιλοσοφεῖν ἀδόλως ἀξιοῦσιν. ἀντιπάλους γὰρ τῶν πόνων τὰς [p. 377]


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: