previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀκούοντα περὶ ἐμοῦ, τὸν δὲ θεὸν φάναι παραμυθούμενον καὶ διδάσκοντα ὡς ἄρα οὐκ ἄντικρυς ἐκκόψαι τὰ ὀστᾶ οὐδὲ τὰ νεῦρα τὰ ὄντα ἐκτεμεῖν, ἀλλὰ δεῖν οἷον ἀλλοίωσίν τινα τῶν ὄντων γίγνεσθαι, οὕτω πολλῆς καὶ ἀτόπου δεῖν τῆς ἐπανορθώσεως. καὶ δίδωσιν ἴαμα τῷ Νηρίτῳ φράζειν ἐμοὶ, τῆς ἡμέρας εἰς τρὶς ἐλαίῳ ἁλῶν οὐκ ἔχοντι: καὶ ἐποίουν ἐξ ἐκείνου οὕτως, καὶ πειρωμένῳ συνέφερεν ἐπὶ τὸ βέλτιον. ταυτὶ δὲ ἕτερα ἐπὶ τῆς πατρῴας ἑστίας συνέβη μοι, κατ᾽ αὐτὴν ἀκμὴν χειμῶνός τε καὶ ἅμα τῆς νόσου. κατεκείμην ἐπ᾽ ἀρίστῳ, καὶ ἐπῆλθε τῆς κεφαλῆς ἀλγήματα ἰσχυρὰ καὶ δεινὰ, καὶ τὸ πρόσωπον κατετείνετο, καὶ τὰ χείλη συνεκέκλειτο, καὶ ἦν ἀπορία πολλή. συσπειραθεὶς δὲ ὡς εἶχον εἰσῇξα εἰς τὸ δωμάτιον οὗ κάθευδον, καὶ κατακλίνομαι ὅντινα δὴ τρόπον, καὶ πῦρ ἐπιγίγνεται πολὺ καὶ σφοδρόν: καὶ ὅπως ἀναπνεύσαιμι οὐκ εἶχον, ἀλλ᾽ ἦν οἰμωγὴ τῆς τε μητρὸς καὶ τροφοῦ καὶ τῶν ἄλλων οἰκετῶν, καὶ ὅτε δὴ Ζώσιμος συνετετάρακτο, καί πως ἔνευσα τοῖς πλείοσιν ἔξοδον καὶ παρετετάγμην πρὸς τὸ συμβησόμενον. καὶ δὴ μετὰ τοῦτο ἡλίου τε ἦν δύσις, καὶ ἔτι [p. 493]πορρωτέρω, καὶ ἐπιγίγνεται σπασμὸς ἐπὶ τῷ πυρετῷ οὔτε τις ῥητὸς οὔθ᾽ οἷον ἄν τις καὶ διανοηθείη, ἀλλ᾽ εἵλκετο πάσας ἕλξεις τὸ σῶμα, καὶ τὰ μὲν γόνατα ἄνω πρὸς τὴν κεφαλὴν ἐφέρετο, καὶ προσερρήγνυτο, τὰς δὲ χεῖρας οὐχ οἷόν τ᾽ ἦν κατέχειν, ἀλλ᾽ εἰς τὸν τράχηλον καὶ τὸ πρόσωπον ἐνέπιπτον: τὸ δὲ στῆθος ἔξω προεωθεῖτο καὶ τὸ νῶτον εἰς τοὔπισθεν ἀντεσπᾶτο ὥσπερ ἱστίον ἐξ ἀνέμου κεκυρτωκός. ἠρέμει δὲ οὐδὲν τοῦ σώματος οὐδὲ μικρόν τι παρήλλαττε τοῦ κατὰ φύσιν, ἀλλ᾽ ἦν ἐπὶ πλεῖστον κίνησις καὶ τῶν ὀδυνῶν κατάτασις ἄρρητος, οὔτε σιωπᾶν ἐῶσα καὶ πρὸς τὴν φωνὴν ἔτι μεῖζον ἀπαντῶσα.

ταῦτα δ᾽ ἐγίγνετο καὶ εἰς μέσας νύκτας καὶ πρόσω μηδὲ μικρὸν ἀνιέντα: ἔπειτα τῆς μὲν ἀκμῆς ἀφεῖλέ τι, οὐ μὴν παντάπασί γε ἐπαύσατο. ἐρίων δ᾽ ἦν θερμῶν ὑποβολή τε καὶ περιβολὴ συνεχὴς καὶ πυρίας πᾶσα ἰδέα, καὶ μόλις οὕτω διαγίγνομαι. καὶ πρὶν ἡμέραν εἶναι, ἔθει τις ἰατρὸν καλῶν. ἧκεν εἴτε δὴ τῆς ἐπιούσης εἴτε καὶ ἡμέρᾳ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: