previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πελοπόννησον κατὰ πόλιν ληφθῆναιἀλλ᾽ ὅμως τοιαύτης μὲν καὶ τηλικαύτης εὐεργεσίας πειραθέντες, πρέσβεις δ᾽, ὅτε Μαρδόνιος προὐκαλεῖθ᾽ ἡμᾶς εἰς συμμαχίαν ἐπὶ δώροις, ἀντιπέμψαντες αὐτοὶ καὶ φωνὰς οὐκ ἐλάττους νῦν ἀφέντες, μὴ προδοῦναι σφᾶς, οὐ πολὺς χρόνος μετὰ ταῦτα διεγένετο καὶ ἐκώλυον μὲν ἡμᾶς τειχίζειν τὴν πόλιν, βοήθειαν δὲ εἰς Ἰθώμην ᾔτησαν μὲν, ἐλθοῦσαν δ᾽ ἀπέπεμψαν ἀτίμως, τὰ τελευταῖς δὲ εἰς πόλεμον φανερὸν καταστήσαντες παθεῖν ὤφειλον αὐτοὶ, ταῦθ᾽ ἡμᾶς εἰργάσαντο. πάλιν ἐν τούτῳ τῷ πολέμῳ γενομένου χρησίμου βασιλέως αὐτοῖς καὶ τὰ μέγιστα συγκαταπράξαντος, πῶς ἀπεμνημόνευσαν τὴν χάριν; διὰ Χειρισόφου καὶ Κλεάρχου Κῦρον ἐπῆγον αὐτῷ. καὶ οὐκ ἀπέχρη ταῦτα, ἀλλὰ πάλιν διὰ πάσης τῆς Εὐρώπης ἐλθόντες σὺν Ἀγησιλάῳ, τὴν Ἀγαμέμνονος στρατείαν ἐπὶ Τροίαν μιμούμενοι, Φαρνάβαζον ἦγον καὶ ἔφερον, καὶ τί κακὸν οὐκ ἐποίουν τὴν βασιλέως γῆν καὶ τοὺς ὑπάρχους, ἕως ἐπέλιπεν αὐτοὺς τὸ δύνασθαι καὶ ἡμῖν ὁμοῦ καὶ Θηβαίοις κἀκείνῳ πολεμεῖν; τίνα δὲ αὖ καὶ τὰ Θηβαίων; ἐπειδὴ τάχιστ᾽ αὐτοῖς συγκατειργάσαντο τὸν πόλεμον τὸν πρὸς ἡμᾶς, εὐθέως περὶ τῆς αὑτῶν ἐκινδύνευον. ὑπέρευ γε νὴ Δία οὗτοί γε καὶ δικαιότατ᾽ ἀνθρώπων, εἴποι τις ἂν, οὕτω γὰρ καὶ μάλιστα ἔμελλον σαφῶς τὴν αὑτῶν ἄνοιαν κατόψεσθαι. φημὶ κἀγώ. ἀλλ᾽ οὐ διὰ τοῦτ᾽ ἐπ᾽ αὐτοὺς ἐτράποντο, ἵν᾽ ἡμῖν χαρίσωνται καὶ δίκην ὑπὲρ ἡμῶν λάβωσι: γέλως γὰρ τοῦτό γε; αὑτοὺς γὰρ ἂν πρότερον τούτους ἐπ᾽ ἐκείνοις ἐτιμωροῦντο. ἀλλ᾽ ἦλθον, οἶμαι, καὶ ἐπὶ τούτους ὁδῷ. ὡς δ᾽ εἰπεῖν συνελόντα, κληρονομοῦντες διαγεγόνασιν ὧν [p. 660] ἀπήλλαξαν αὐτοὺς ἕκαστοι πολέμων. ἆρ᾽ ἔχουσι χάριν Λακεδαιμόνιοι τοῖς εὐεργέταις καὶ ἀποδιδόασι μείζονα καθ᾽ ἂν λάβωσι; τί ποτ᾽ οὖν τὸ αἴτιον καὶ τίς φύσις αὐτῶν; δοκοῦσί μοι χειρίστην κρίνειν αἰσχύνην οὐ τὸ μὴ ἀντευποιεῖν τοὺς ὑπάρξαντας, ἀλλὰ τὸ εὖ πεπονθέναι δοκεῖν. ἵνα δὲ μὴ τοῦτο ὁμολογῶσι, μεταστρέψαντες ἐπ᾽ αὐτοὺς ἔρχονται τοὺς αἰτίους τῶν μεγίστων αὐτοῖς ἀγαθῶν, ἀκριβέστερον δὴ δεικνύντες ὅτι οὐδ᾽ ἡντινοῦν αὐτοῖς ὀφείλουσι χάριν.

μὲν Λακεδαιμονίων τρόπος οὗτός μοι φαίνεται,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: