τούτου γῆν καὶ ὕδωρ διὰ τῶν πρέσβεων αἰτοῦντος οὐκ
ἐπεστράφημεν οὐδ᾽ ὁπωστιοῦν, ἀλλ᾽ οὕτως ἔσχομεν ἐν
τῷ παραυτίκα τῆς ἀκοῆς ὥστ᾽ ἐπειδή τις ἐτόλμησεν
εἰπεῖν ὡς χρὴ ξυγχωρεῖν, οὐ μόνον αὐτὸν λίθοις εὐθὺς
ἀνελεῖν, ἀλλὰ καὶ τοὺς πρέσβεις εἰς φρέαρ ἐμβεβληκότες,
ἔπειτ᾽ αὐτοῖς γῆν ἐπιχῶσαι, ὡς μόνην ταύτην οὖσαν
πρὸς εὐψυχίαν παράκλησιν, θαυμαστὴν δόξαν ὑπερφυοῦς
μεγαλοφροσύνης καὶ Ἕλλησι καὶ βαρβάροις ἐν τῷ
[p. 676]τηνικαῦτα παρέσχομεν: ἀφορήτῳ δ᾽ ὀνείδει καὶ διηνεκεῖ περιβαλεῖν ἐπιχειροῦντα νῦν τὴν πόλιν Λεπτίνην εἰ μὴ καθέξομεν, ἡμῶν αὐτῶν παντάπασι δόξομεν ἐκπεσεῖν. καὶ
This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.