previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν τούτοις γὰρ καὶ ἔλεος καὶ συγγνώμη: γὰρ τούτων τι ἀγνοῶν ἀκουσίως πράττει. ἴσως οὖν οὐ χεῖρον διορίσαι αὐτά, τίνα καὶ πόσα ἐστί, τίς τε δὴ καὶ τί καὶ περὶ τί ἐν τίνι πράττει, ἐνίοτε δὲ καὶ τίνι, οἷον ὀργάνῳ, καὶ ἕνεκα τίνος, οἷον σωτηρίας, καὶ πῶς, οἷον ἠρέμα σφόδρα. ἅπαντα μὲν οὖν ταῦτα οὐδεὶς ἂν ἀγνοήσειε μὴ μαινόμενος, δῆλον δ᾽ ὡς οὐδὲ τὸν πράττοντα: πῶς γὰρ ἑαυτόν γε; δὲ πράττει ἀγνοήσειεν ἄν τις, οἷονλέγοντές φασιν ἐκπεσεῖν αὐτούς,† οὐκ εἰδέναι ὅτι ἀπόρρητα ἦν, ὥσπερ Αἰσχύλος τὰ μυστικά, δεῖξαι βουλόμενος ἀφεῖναι, ὡς τὸν καταπέλτην. οἰηθείη δ᾽ ἄν τις καὶ τὸν υἱὸν πολέμιον εἶναι ὥσπερ Μερόπη, καὶ ἐσφαιρῶσθαι τὸ λελογχωμένον δόρυ, τὸν λίθον κίσηριν εἶναι: καὶ ἐπὶ σωτηρίᾳ πίσας ἀποκτείναι ἄν: καὶ θῖξαι βουλόμενος, ὥσπερ οἱ ἀκροχειριζόμενοι, πατάξειεν ἄν. περὶ πάντα δὴ ταῦτα τῆς ἀγνοίας οὔσης, ἐν οἷς πρᾶξις, τούτων τι ἀγνοήσας ἄκων δοκεῖ πεπραχέναι, καὶ μάλιστα ἐν τοῖς κυριωτάτοις: κυριώτατα δ᾽ εἶναι δοκεῖ ἐν οἷς πρᾶξις καὶ οὗ ἕνεκα. τοῦ δὴ κατὰ τὴν τοιαύτην ἄγνοιαν ἀκουσίου λεγομένου ἔτι δεῖ τὴν πρᾶξιν λυπηρὰν εἶναι καὶ ἐν μεταμελείᾳ.

ὄντος δ᾽ ἀκουσίου τοῦ βίᾳ καὶ δι᾽ ἄγνοιαν, τὸ ἑκούσιον δόξειεν ἂν εἶναι οὗ ἀρχὴ ἐν αὐτῷ εἰδότι τὰ καθ᾽ ἕκαστα ἐν οἷς πρᾶξις. ἴσως γὰρ οὐ καλῶς λέγεται ἀκούσια εἶναι τὰ διὰ θυμὸν ἐπιθυμίαν. πρῶτον μὲν γὰρ οὐδὲν ἔτι τῶν ἄλλων ζῴων ἑκουσίως πράξει, οὐδ᾽ οἱ παῖδες: εἶτα πότερον οὐδὲν ἑκουσίως πράττομεν τῶν δι᾽ ἐπιθυμίαν καὶ θυμόν, τὰ καλὰ μὲν ἑκουσίως τὰ δ᾽ αἰσχρὰ ἀκουσίως; γελοῖον ἑνός γε αἰτίου ὄντος; ἄτοπον δὲ ἴσως ἀκούσια φάναι ὧν δεῖ ὀρέγεσθαι: δεῖ δὲ καὶ ὀργίζεσθαι ἐπί τισι καὶ ἐπιθυμεῖν τινῶν, οἷον ὑγιείας καὶ μαθήσεως. δοκεῖ δὲ καὶ τὰ μὲν ἀκούσια λυπηρὰ εἶναι, τὰ δὲ κατ᾽ ἐπιθυμίαν ἡδέα. ἔτι δὲ τί διαφέρει τῷ ἀκούσια εἶναι τὰ κατὰ λογισμὸν θυμὸν ἁμαρτηθέντα; φευκτὰ μὲν γὰρ ἄμφω,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: