previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ φίλων δή ἐστι πλῆθος ὡρισμένον, καὶ ἴσως οἱ πλεῖστοι μεθ᾽ ὧν ἂν δύναιτό τις συζῆντοῦτο γὰρ ἐδόκει φιλικώτατον εἶναι): ὅτι δ᾽ οὐχ οἷόν τε πολλοῖς συζῆν καὶ διανέμειν ἑαυτόν, οὐκ ἄδηλον. ἔτι δὲ κἀκείνους δεῖ ἀλλήλοις φίλους εἶναι, εἰ μέλλουσι πάντες μετ᾽ ἀλλήλων συνημερεύειν: τοῦτο δ᾽ ἐργῶδες ἐν πολλοῖς ὑπάρχειν. χαλεπὸν δὲ γίνεται καὶ τὸ συγχαίρειν καὶ τὸ συναλγεῖν οἰκείως πολλοῖς: εἰκὸς γὰρ συμπίπτειν ἅμα τῷ μὲν συνήδεσθαι τῷ δὲ συνάχθεσθαι. ἴσως οὖν εὖ ἔχει μὴ ζητεῖν ὡς πολυφιλώτατον εἶναι, ἀλλὰ τοσούτους ὅσοι εἰς τὸ συζῆν ἱκανοί: οὐδὲ γὰρ ἐνδέχεσθαι δόξειεν ἂν πολλοῖς εἶναι φίλον σφόδρα. διόπερ οὐδ᾽ ἐρᾶν πλειόνων: ὑπερβολὴ γάρ τις εἶναι βούλεται φιλίας, τοῦτο δὲ πρὸς ἕνα: καὶ τὸ σφόδρα δὴ πρὸς ὀλίγους. οὕτω δ᾽ ἔχειν ἔοικε καὶ ἐπὶ τῶν πραγμάτων: οὐ γίνονται γὰρ φίλοι πολλοὶ κατὰ τὴν ἑταιρικὴν φιλίαν, αἱ δ᾽ ὑμνούμεναι ἐν δυσὶ λέγονται. οἱ δὲ πολύφιλοι καὶ πᾶσιν οἰκείως ἐντυγχάνοντες οὐδενὶ δοκοῦσιν εἶναι φίλοι, πλὴν πολιτικῶς, οὓς καὶ καλοῦσιν ἀρέσκους. πολιτικῶς μὲν οὖν ἔστι πολλοῖς εἶναι φίλον καὶ μὴ ἄρεσκον ὄντα, ἀλλ᾽ ὡς ἀληθῶς ἐπιεικῆ: δι᾽ ἀρετὴν δὲ καὶ δι᾽ αὐτοὺς οὐκ ἔστι πρὸς πολλούς, ἀγαπητὸν δὲ καὶ ὀλίγους εὑρεῖν τοιούτους.

πότερον δ᾽ ἐν εὐτυχίαις μᾶλλον φίλων δεῖ ἐν δυστυχίαις; ἐν ἀμφοῖν γὰρ ἐπιζητοῦνται: οἵ τε γὰρ ἀτυχοῦντες δέονται ἐπικουρίας, οἵ τ᾽ εὐτυχοῦντες συμβίων καὶ οὓς εὖ ποιήσουσιν: βούλονται γὰρ εὖ δρᾶν. ἀναγκαιότερον μὲν δὴ ἐν ταῖς ἀτυχίαις, διὸ τῶν χρησίμων ἐνταῦθα δεῖ, κάλλιον δ᾽ ἐν ταῖς εὐτυχίαις, διὸ καὶ τοὺς ἐπιεικεῖς ζητοῦσιν: τούτους γὰρ αἱρετώτερον εὐεργετεῖν καὶ μετὰ τούτων διάγειν. ἔστι γὰρ καὶ παρουσία αὐτὴ τῶν φίλων ἡδεῖα καὶ ἐν ταῖς εὐτυχίαις καὶ ἐν ταῖς δυστυχίαις. κουφίζονται γὰρ οἱ λυπούμενοι συναλγούντων τῶν φίλων. διὸ κἂν ἀπορήσειέν τις πότερον ὥσπερ βάρους μεταλαμβάνουσιν, τοῦτο μὲν οὔ, παρουσία δ᾽ αὐτῶν ἡδεῖα οὖσα καὶ ἔννοια τοῦ συναλγεῖν ἐλάττω τὴν λύπην ποιεῖ. εἰ μὲν οὖν διὰ ταῦτα δι᾽ ἄλλο τι κουφίζονται, ἀφείσθω: συμβαίνειν δ᾽ οὖν φαίνεται τὸ λεχθέν. ἔοικε δ᾽ παρουσία μικτή τις αὐτῶν εἶναι. αὐτὸ μὲν γὰρ τὸ ὁρᾶν τοὺς φίλους ἡδύ,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: