[144ξ]
Ἀλκιβιάδης
οὐκ οἶμαι ἔγωγε.Σωκράτης
οὐ γὰρ δήπου οὐδ᾽ ἐκεῖνος τὴν προστυχοῦσαν γυναῖκα οὐδὲ τὴν ὁτουοῦν μητέρα διενοεῖτο ἀποκτεῖναι, ἀλλὰ τὴν αὐτὸς αὑτοῦ.Ἀλκιβιάδης
ἔστι ταῦτα.Σωκράτης
ἀγνοεῖν ἄρα τά γε τοιαῦτα βέλτιον τοῖς οὕτω διακειμένοις καὶ τοιαύτας δόξας ἔχουσιν.Ἀλκιβιάδης
φαίνεται.Σωκράτης
ὁρᾷς οὖν ὅτι ἡ ἔστιν ὧν τε ἄγνοια καὶ ἔστιν οἷς καὶ ἔχουσί πως ἀγαθόν, ἀλλ᾽ οὐ κακόν, ὥσπερ ἄρτι σοι ἐδόκει;Ἀλκιβιάδης
ἔοικεν.