[150ε]
οὕτω καὶ σοὶ δεῖν ἀπὸ τῆς ψυχῆς πρῶτον τὴν ἀχλὺν ἀφελόντα, ἣ νῦν παροῦσα τυγχάνει, τὸ τηνικαῦτ᾽ ἤδη προσφέρειν δι᾽ ὧν μέλλεις γνώσεσθαι ἠμὲν κακὸν ἠδὲ καὶ ἐσθλόν. νῦν μὲν γὰρ οὐκ ἄν μοι δοκεῖς δυνηθῆναι.Ἀλκιβιάδης
ἀφαιρείτω, εἴτε βούλεται τὴν ἀχλὺν εἴτε ἄλλο τι: ὡς ἐγὼ παρεσκεύασμαι μηθὲν ἂν φυγεῖν τῶν ὑπ᾽ ἐκείνου προσταττομένων, ὅστις ποτ᾽ ἐστὶν ἅνθρωπος, εἴ γε μέλλοιμι βελτίων γενέσθαι.