[2]
Ἀθάμας δὲ ὕστερον διὰ μῆνιν Ἥρας καὶ τῶν ἐξ Ἰνοῦς ἐστερήθη παίδων: αὐτὸς μὲν γὰρ μανεὶς ἐτόξευσε Λέαρχον, Ἰνὼ δὲ Μελικέρτην μεθ᾽ ἑαυτῆς εἰς πέλαγος ἔρριψεν. ἐκπεσὼν δὲ τῆς Βοιωτίας ἐπυνθάνετο τοῦ θεοῦ ποῦ κατοικήσει: χρησθέντος δὲ αὐτῷ κατοικεῖν ἐν ᾧπερ ἂν τόπῳ ὑπὸ ζῴων ἀγρίων ξενισθῇ, πολλὴν χώραν διελθὼν ἐνέτυχε λύκοις προβάτων μοίρας νεμομένοις: οἱ δέ, θεωρήσαντες αὐτόν, ἃ διῃροῦντο ἀπολιπόντες ἔφυγον. Ἀθάμας δὲ κτίσας τὴν χώραν Ἀθαμαντίαν ἀφ᾽ ἑαυτοῦ προσηγόρευσε, καὶ γήμας Θεμιστὼ τὴν Ὑψέως ἐγέννησε Λεύκωνα Ἐρύθριον Σχοινέα Πτῶον.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.