previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] ἀγωνίζεται δὲ καὶ τὸν ἐπὶ Πελίᾳἀγῶνα, πρὸς Ἀταλάντην διαπαλαίσας. καὶ Ἀστυδάμεια Ἀκάστου γυνή, Πηλέως ἐρασθεῖσα, περὶ συνουσίας προσέπεμψεν αὐτῷ λόγους. μὴ δυναμένη δὲ πεῖσαι, πρὸς τὴν γυναῖκα αὐτοῦ πέμψασα ἔφη μέλλειν Πηλέα γαμεῖν Στερόπην τὴν Ἀκάστου θυγατέρα: καὶ τοῦτο ἐκείνη ἀκούσασα ἀγχόνην ἀνάπτει. Πηλέως δὲ πρὸς Ἄκαστον καταψεύδεται, λέγουσα ὑπ᾽ αὐτοῦ περὶ συνουσίας πεπειρᾶσθαι. Ἄκαστος δὲ ἀκούσας κτεῖναι μὲν ὃν ἐκάθηρεν οὐκ ἠβουλήθη, ἄγει δὲ αὐτὸν ἐπὶ θήραν εἰς τὸ Πήλιον. ἔνθα ἁμίλλης περὶ θήρας γενομένης, Πηλεὺς μὲν ὧν ἐχειροῦτο θηρίων τὰς γλώσσας τούτων ἐκτεμὼν εἰς πήραν ἐτίθει, οἱ δὲ μετὰ Ἀκάστου ταῦτα χειρούμενοι κατεγέλων ὡς μηδὲν τεθηρακότος τοῦ Πηλέως. δὲ τὰς γλώσσας παρασχόμενος ὅσας εἶχεν ἐκείνοις, τοσαῦτα ἔφη τεθηρευκέναι. ἀποκοιμηθέντος δὲ αὐτοῦ ἐν τῷ Πηλίῳ, ἀπολιπὼν Ἄκαστος καὶ τὴν μάχαιραν ἐν τῇ τῶν βοῶν κόπρῳ κρύψας ἐπανέρχεται. δὲ ἐξαναστὰς καὶ ζητῶν τὴν μάχαιραν, ὑπὸ τῶν Κενταύρων καταληφθεὶς ἔμελλεν ἀπόλλυσθαι, σώζεται δὲ ὑπὸ Χείρωνος: οὗτος καὶ τὴν μάχαιραν αὐτοῦ ἐκζητήσας δίδωσι.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Sir James George Frazer)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: