previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[14] στενῆς δὲ διόδου πλησιαζούσης, μὲν Ἀννίβας αὐτὴν οὐ προείδετο, Φάβιος δὲ προπέμψας τετρακισχιλίους κατέλαβε, καὶ τοῖς λοιποῖς αὐτὸς ἐπὶ θάτερα ἐστρατοπέδευεν ἐπὶ λόφου καρτεροῦ. δὲ Ἀννίβας ὡς ᾔσθετο ληφθεὶς ἐν μέσῳ Φαβίου τε καὶ τῶν στενῶν φυλασσομένων, ἔδεισε μὲν ὡς οὔ ποτε πρότερον: οὐ γὰρ εἶχε διέξοδον, ἀλλὰ πάντα ἦν ἀπόκρημνα καὶ δύσβατα, οὐδ᾽ ἤλπιζε Φάβιον τοὺς ἐπὶ τῶν στενῶν βιάσεσθαι διὰ τὴν τῶν χωρίων ὀχυρότητα. ὧδε δ᾽ ἔχων ἀπορίας τοὺς μὲν αἰχμαλώτους ἐς πεντακισχιλίους ὄντας κατέσφαξεν, ἵνα μὴ ἐν τῷ κινδύνῳ νεωτερίσειαν, βοῦς δὲ ὅσας εἶχεν ἐν τῷ στρατοπέδῳ ῾πολὺ δὲ πλῆθος ἦν̓, τοῖς κέρασιν αὐτῶν δᾷδας περιέθηκε, καὶ νυκτὸς ἐπιγενομένης τὰς δᾷδας ἐξάψας τὸ λοιπὸν ἐν τῷ στρατοπέδῳ πῦρ ἔσβεσε, καὶ σιγὴν βαθεῖαν ἔχειν παρήγγειλε, τοῖς δ᾽ εὐτολμοτάτοις τῶν νέων ἐκέλευσε τὰς βοῦς ἐλαύνειν μετὰ σπουδῆς ἄνω πρὸς τὰ ἀπόκρημνα, ἦν ἐν μέσῳ τοῦ τε Φαβίου καὶ τῶν στενῶν. αἱ δ᾽ ὑπό τε τῶν ἐλαυνόντων ἐπειγόμεναι, καὶ τοῦ πυρὸς ἐκκαίοντος αὐτάς, ἀνεπήδων ἐπὶ τοὺς κρημνοὺς ἀφειδῶς καὶ βιαίως, εἶτα κατέπιπτον καὶ αὖθις ἀνεπήδων.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: