previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[57] ἐν δὲ Λιβύῃ Καρχηδονίων συνεχῶς ὑπὸ τοῦδε τοῦ Σκιπίωνος ἡττωμένων, ὅσοι Βρεττίων ταῦτ᾽ ἐγίγνωσκον, ἀφίσταντο ἀπὸ τοῦ Ἀννίβου, καὶ τὰς φρουρὰς οἱ μὲν ἔκτεινον, οἱ δ᾽ ἐξέβαλλον. οἱ δὲ οὐδέτερα τούτων δυνάμενοι λάθρᾳ πρὸς τὴν σύγκλητον ἐπρέσβευον, τὴν μὲν ἀνάγκην αὑτῶν καὶ τὴν προαίρεσιν ὑποδεικνύοντες. Ἀννίβας δὲ ἐς μὲν Πετηλίαν ἔνοπλος παρῆλθεν, οὐκέτι Πετηλίνων ἐχόντων αὐτήν: ἐκβαλὼν γὰρ αὐτοὺς ἐδεδώκει Βρεττίοις. ᾐτιᾶτο δ᾽ ὅτι ἐπρέσβευσαν ἐς Ῥώμην, ἀρνουμένων δ᾽ ἐκείνων ὑπεκρίνετο πιστεύειν. ‘ἵνα δ᾽,’ ἔφη, ‘μηδ᾽ ὑπονοῆσθε,’ τοὺς μὲν δυνατοὺς παρέδωκε τοῖς Νομάσι, κεχωρισμένως τηρεῖν αὐτῶν ἕκαστον, τοῦ δὲ πλήθους τὰ ὅπλα παρείλετο, τοὺς δὲ δούλους καθοπλίσας ἐπέστησε τῇ πόλει φύλακας. καὶ τούτοις ὅμοια τὰς ἄλλας πόλεις ἐπιὼν ἐποίει. Θουρίων δὲ τρισχιλίους Καρχηδονίοις μάλιστα εὔνους ἐξελόμενος, καὶ πεντακοσίους ἄλλους ἀπὸ τῶν ἀγρῶν, τὰ λοιπὰ τῇ στρατιᾷ διαρπάζειν ἔδωκεν. καὶ τῆς πόλεως ἐγκρατῆ φρουρὰν καταλιπών, ἐς Κρότωνα τοὺς τρισχιλίους καὶ πεντακοσίους μετῴκιζε, τὴν πόλιν εὔκαιρον ἡγούμενος εἶναι, καὶ ταμιεῖον αὐτὴν ἑαυτῷ καὶ ὁρμητήριον ἐπὶ τὰς ἄλλας τιθεμενος.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: