previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[19] Ὧνἤδη νυκτὸς οὔσης Μασσανάσσης παρὰ τινῶν Νομάδων πυθόμενος μετέδωκε τῷ Σκιπίωνι. δὲ ἔδεισε, καὶ ἠπόρει μὴ ἐς πολλὰ αὐτῷ διαιρούμενος στρατὸς ἀσθενέστερος ἐς πάντα γίγνηται. τοὺς οὖν ἡγεμόνας αὐτίκα νυκτὸς ἐπὶ τὴν σκέψιν ἐκάλει, καὶ ἀπορούντων ἁπάντων ἐπὶ πολὺ σύννους γενόμενος εἶπε:

τόλμης καὶ ταχυτῆτος ἡμῖν, φίλοι, δεῖ, καὶ μάχης ἐξ ἀπογνώσεως. φθάσωμεν ἐπελθόντες τοῖς πολεμίοις. ὅσα δ᾽ ἐν τῷδε πλεονεκτήσομεν, μάθετε ἤδη. ἐκείνους μὲν ἐκπλήξει τὸ ἀδόκητον τῆς ἐφόδου καὶ τὸ παράδοξον τοῦ ἔργου, τῶν ὀλιγωτέρων προεπιχειρούντων: ἡμεῖς δ᾽ οὐκ ἐς πολλὰ διῃρημένῃ τῇ στρατιᾷ χρησόμεθα ἀλλ᾽ ἀθρόᾳ, οὐδ᾽ ἐπάξομεν αὐτὴν ἅπασι τοῖς ἐχθροῖς ἀλλ᾽ οἷς ἂν ἐπιλεξώμεθα πρώτοις. σταθμεύουσι δ᾽ ἐφ᾽ ἑαυτῶν ἕκαστοι, καὶ ἐσμὲν αὐτοῖς κατὰ μέρος ἰσόμαχοι, τόλμῃ δὲ καὶ εὐτυχίᾳ προύχομεν. καὶ ἢν θεὸς δῷ τῶν πρώτων ἐπικρατῆσαι, τῶν ἄλλων καταφρονήσομεν. οἷς δ᾽ ἐπιχειρητέον ἐστὶ πρώτοις, καὶ τίς καιρὸς τρόπος ἔσται τῆς ἐπιχειρήσεως, ἢν ἀρέσκῃ, τὰ τῆς γνώμης ἐρῶ.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: