previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[42] ἐπεὶ δὲ ἕτοιμα ἦν αὐτοῖς, ἐπέτρεχε τοὺς ἰδίους ἐπισπέρχων ἑκάτερος, μὲν Σκιπίων τοὺς θεοὺς κατακαλῶν ἐν ὄψει τῶν στρατευομένων, ἐς οὓς οἱ Καρχηδόνιοι παρεσπονδήκεσαν ὁσάκις ἔλυον τὰ συγκείμενα, καὶ τὴν στρατιὰν ἀξιῶν μὴ ἐς τὸ πλῆθος τῶν πολεμίων ἀφορᾶν, ἀλλ᾽ ἐς τὴν ἀρετὴν αὑτῶν, καὶ πρότερον τῶνδε τῶν ἐχθρῶν πλειόνων ὄντων ἐπεκράτησαν ἐν τῇδε τῇ γῇ. εἰ δ᾽ ἔστι καὶ τοῖς νικήσασιν ἐπὶ τῷ μέλλοντι φόβος δέος ἀμφιβολία, πόσῳ ταῦτα τοῖς νενικημένοις πλεονάζειν ἀνάγκη. οὕτω μὲν Σκιπίων ἠρέθιζέ τε καὶ παρηγόρει τῆς ὀλιγότητος: δ᾽ Ἀννίβας τῶν τε ἐν Ἰταλίᾳ γεγονότων ἔργων ὑπεμίμνησκεν αὐτούς, ὡς λαμπρὰ καὶ μεγάλα πράξειαν, οὐκ ἐπὶ Νομάσιν ἀλλ᾽ ἐπὶ πᾶσιν Ἰταλοῖς κατὰ τὴν Ἰταλίαν, καὶ τὴν ὀλιγότητα τῶν ἐχθρῶν αὐτόθεν ἑστὼς ἐπεδείκνυε, καὶ παρεκάλει μὴ χείρους ὀλιγωτέρων ἐν οἰκείᾳ γῇ πλέονας ὄντας ὀφθῆναι. τὸν δὲ κίνδυνον τοῦ παρόντος ἀγῶνος καὶ τὸ μέγεθος ἑκάτερος τοῖς ἰδίοις ὑπερεπῆρεν, Ἀννίβας μὲν ὅτι Καρχηδόνα καὶ Λιβύην ἅπασαν ἀγὼν ὅδε κρινεῖ, δούλην εὐθὺς ἡσσωμένων εἶναι, ἐς τὸ ἔπειτα ἄρχειν ἁπάντων ὧν ἐπεκράτουν, Σκιπίων δ᾽ ὅτι νικωμένοις μὲν οὐδ᾽ ἀναχώρησις ἔστιν ἀσφαλής, ἐπικρατοῦσι δὲ ἀρχὴ μεγάλη προσγίγνεται καὶ ἀνάπαυλα πόνων τῶν παρόντων καὶ ἐς τὰ οἰκεῖα ἀπόπλους καὶ ἐς τὸ μέλλον εὔκλεια.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: