previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀντίγονος δὲ ἐπὶ τῆς Ἀσίας ἀποδεδειγμένος στρατηγὸς διαπολεμήσων πρὸς Εὐμενῆ ἤθροισεν ἐκ τῆς χειμασίας τὰς δυνάμεις. παρασκευασάμενος δὲ τὰ πρὸς τὴν μάχην προῆγεν ἐπὶ τὸν Εὐμενῆ, διατρίβοντα περὶ Καππαδοκίαν. [2] δ᾽ Εὐμενὴς, ἀποστάντος ἀπ᾽ αὐτοῦ τινος τῶν ἐπιφανῶν ἡγεμόνων ὀνόματι Περδίκκου, [p. 378] στρατοπεδεύοντος ἀπὸ τριῶν ἡμερῶν ὁδοῦ μετὰ τῶν συναποστάντων στρατιωτῶν πεζῶν μὲν τρισχιλίων, ἱππέων δὲ πεντακοσίων, ἐξέπεμψεν ἐπ᾽ αὐτὸν Φοίνικα τὸν Τενέδιον, ἔχοντα πεζοὺς μὲν ἐπιλέκτους τετρακισχιλίους, ἱππεῖς δὲ χιλίους. [3] οὗτος δὲ νυκτοπορίᾳ συντόνῳ χρησάμενος προσέπεσε τοῖς ἀποστάταις ἀπροσδοκήτως περὶ δευτέραν φυλακὴν νυκτερινήν: καταλαβὼν δ᾽ αὐτοὺς κοιμωμένους τόν τε Περδίκκαν ἐζώγρησε καὶ τῆς δυνάμεως ἐγκρατὴς ἐγένετο. [4] Εὐμενὴς δὲ τοὺς αἰτιωτάτους τῆς ἀποστάσεως ἡγεμόνας ἐθανάτωσε: τοὺς δὲ στρατιώτας τοῖς ἄλλοις ἀναμίξας καὶ φιλανθρώπως προσενεχθεὶς ἰδίους ταῖς εὐνοίαις ἐποιήσατο. [5] μετὰ δὲ ταῦθ᾽ μὲν Ἀντίγονος διαπεμψάμενος πρὸς Ἀπολλωνίδην τινά, τῶν ἱππέων ἀφηγούμενον παρ᾽ Εὐμενεῖ, μεγάλαις ἐπαγγελίαις δι᾽ ἀπορρήτων ἔπεισε προδότην γενέσθαι καὶ κατὰ τὴν μάχην αὐτομολῆσαι. [6] τοῦ δ᾽ Εὐμενοῦς στρατοπεδεύοντος τῆς Καππαδοκίας ἔν τισιν εὐθέτοις πεδίοις πρὸς ἱππομαχίαν ἐπιβαλὼν Ἀντίγονος μετὰ πάσης τῆς δυνάμεως κατελάβετο τὴν ὑπερκειμένην τῶν πεδίων ὑπωρίαν. [7] εἶχε δ᾽ μὲν Ἀντίγονος κατ᾽ ἐκείνους τοὺς καιροὺς πεζοὺς μὲν πλείω τῶν μυρίων, ὧν ἦσαν οἱ ἡμίσεις Μακεδόνες, θαυμαστοὶ κατὰ τὰς ἀνδραγαθίας, ἱππεῖς δὲ δισχιλίους, ἐλέφαντας δὲ τριάκοντα, δ᾽ Εὐμενὴς πεζοὺς μὲν οὐκ ἐλάττους τῶν δισμυρίων, [p. 379] ἱππεῖς δὲ πεντακισχιλίους. [8] γενομένης δὲ μάχης ἰσχυρᾶς καὶ τοῦ Ἀπολλωνίδου μετὰ τῶν περὶ αὐτὸν ἱππέων ποιήσαντος ἀλόγως ἀπὸ τῶν ἰδίων διάστασιν ἐνίκησεν Ἀντίγονος καὶ ἀνεῖλεν τῶν ἐναντίων εἰς ὀκτακισχιλίους. ἐκυρίευσε δὲ καὶ τῆς ἀποσκευῆς ἁπάσης, ὥστε τοὺς περὶ τὸν Εὐμενῆ στρατιώτας διὰ μὲν τὴν ἧτταν καταπλαγῆναι, διὰ δὲ τὴν ἀπώλειαν τῆς ἀποσκευῆς ἀθυμῆσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: