previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀλκέτας πολλοὺς ἀποβαλὼν μόλις διεξέπεσε πρὸς τὴντῶν πεζῶν φάλαγγα, δ᾽ Ἀντίγονος ἐξ ὑπερδεξίων τόπων ἐπαγαγὼν τούς τε ἐλέφαντας καὶ πᾶσαν τὴν δύναμιν κατεπλήξατο τοὺς πολεμίους πολὺ τοῖς πλήθεσι λειπομένους: ἦσαν γὰρ οἱ σύμμαχοι πάντες πεζοὶ μὲν μύριοι καὶ ἑξακισχίλιοι, ἱππεῖς δὲ ἐννακόσιοι, οἱ δ᾽ Ἀντιγόνου χωρὶς τῶν ἐλεφάντων πεζοὶ μὲν πλείους τῶν τετρακισμυρίων, ἱππεῖς δὲ ὑπὲρ τοὺς ἑπτακισχιλίους. [2] ἅμα δὲ τῶν ἐλεφάντων ἐπιόντων κατὰ μέτωπον καὶ τῶν ἱππέων διὰ τὸ πλῆθος πανταχῇ περιχεομένων, ἔτι δὲ τῶν πεζῶν πολλαπλασίων καὶ κρειττόνων ὄντων ταῖς ἀρεταῖς καὶ τὴν στάσιν ὑπερδέξιον ἐχόντων πολὺς θόρυβος καὶ φόβος κατεῖχε τοὺς περὶ τὸν Ἀλκέταν: διὰ δὲ τὴν ὑπερβολὴν τῆς ὀξύτητος καὶ τῆς ἐνεργείας οὐδ᾽ ἐκτάξαι καλῶς τὴν φάλαγγα κατίσχυσε. [3] τροπῆς δὲ παντελοῦς γενομένης Ἄτταλος μὲν καὶ Δόκιμος καὶ Πολέμων καὶ πολλοὶ τῶν ἀξιολόγων ἡγεμόνων ἐζωγρήθησαν, Ἀλκέτας δὲ μετὰ τῶν ἰδίων ὑπασπιστῶν καὶ παίδων ἔφυγε μετὰ τῶν Πισιδῶν τῶν συστρατευομένων εἰς πόλιν Πισιδικὴν ὄνομα [p. 385] Τερμησσόν. [4] δ᾽ Ἀντίγονος τούτους μὲν καθ᾽ ὁμολογίαν παραλαβὼν τοὺς λοιποὺς εἰς τὰ ἴδια τάγματα κατέταξε καὶ φιλανθρώπως αὐτοῖς χρησάμενος ηὔξησε τὴν ἰδίαν δύναμιν οὐ μετρίως. [5] οἱ δὲ Πισίδαι τὸν ἀριθμὸν ὄντες εἰς ἑξακισχιλίους καὶ ταῖς ἀλκαῖς διαφέροντες παρεκάλουν τὸν Ἀλκέταν θαρρεῖν, ἐπαγγελλόμενοι μηδ᾽ ἑνί τῳ τρόπῳ ἐγκαταλείψειν αὐτόν. διέκειντο γὰρ πρὸς αὐτὸν εὐνοϊκῶς καθ᾽ ὑπερβολὴν διὰ τοιαύτας τινὰς αἰτίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
  • Cross-references to this page (5):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: