This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[408]
Κἀν τούτῳ τινὲς τῶν μάλιστα κινούντων τὸν πόλεμον συνελθόντες
ὥρμησαν ἐπὶ φρούριόν τι καλούμενον Μασάδαν, καὶ καταλαβόντες
αὐτὸ λάθρα τοὺς μὲν Ῥωμαίων φρουροὺς ἀπέσφαξαν,
ἑτέρους δ᾽ ἐγκατέστησαν ἰδίους.
[409]
ἅμα δὲ καὶ κατὰ τὸ ἱερὸν Ἐλεάζαρος
υἱὸς Ἀνανία τοῦ ἀρχιερέως, νεανίας θρασύτατος, στρατηγῶν
τότε τοὺς κατὰ τὴν λατρείαν λειτουργοῦντας ἀναπείθει μηδενὸς
ἀλλοτρίου δῶρον ἢ θυσίαν προσδέχεσθαι. τοῦτο δ᾽ ἦν τοῦ πρὸς
Ῥωμαίους πολέμου καταβολή: τὴν γὰρ ὑπὲρ τούτων θυσίαν Καίσαρος
ἀπέρριψαν.
[410]
καὶ πολλὰ τῶν τε ἀρχιερέων καὶ τῶν γνωρίμων
παρακαλούντων μὴ παραλιπεῖν τὸ ὑπὲρ τῶν ἡγεμόνων ἔθος οὐκ
ἐνέδοσαν, πολὺ μὲν καὶ τῷ σφετέρῳ πλήθει πεποιθότες, καὶ γὰρ
τὸ ἀκμαιότατον τῶν νεωτεριζόντων συνήργει, μάλιστα δ᾽ ἀφορῶντες
εἰς τὸν Ἐλεάζαρον στρατηγοῦντα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.