Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[80]
ἀλλ᾽ ὑμεῖς βοηθήσατέ μοι, καὶ μὴ διδάσκετε τοὺς συκοφάντας μεῖζον ὑμῶν αὐτῶν δύνασθαι. ἐὰν μὲν γὰρ εἰσιόντες εἰς ὑμᾶς ἃ βούλονται πράσσωσι, δεδειγμένον ἔσται τούτους μὲν πείθειν, τὸ δ᾽ ὑμέτερον πλῆθος φεύγειν: ἐὰν δὲ εἰσιόντες εἰς ὑμᾶς πονηροὶ μὲν αὐτοὶ δοκῶσιν εἶναι, πλέον δ᾽ αὐτοῖς μηδὲν γένηται, ὑμετέρα ἡ τιμὴ καὶ ἡ δύναμις ἔσται, ὥσπερ καὶ τὸ δίκαιον ἔχει. ὑμεῖς οὖν ἐμοί τε βοηθεῖτε καὶ τῷ δικαίῳ.