Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
ἐπειδὴ δὲ μετεξέβημεν1 εἰς τὸ ἕτερον πλοῖον, ἐπίνομεν. καὶ ὁ μέν ἐστι φανερὸς ἐκβὰς ἐκ τοῦ πλοίου καὶ οὐκ εἰσβὰς πάλιν: ἐγὼ δὲ τὸ παράπαν οὐκ ἐξέβην ἐκ2 τοῦ πλοίου τῆς νυκτὸς ἐκείνης. τῇ δ᾽ ὑστεραίᾳ, ἐπειδὴ ἀφανὴς ἦν ὁ ἀνήρ, ἐζητεῖτο οὐδέν τι μᾶλλον ὑπὸ τῶν ἄλλων ἢ καὶ ὑπ᾽ ἐμοῦ: καὶ εἴ τῳ τῶν ἄλλων ἐδόκει δεινὸν εἶναι, καὶ ἐμοὶ ὁμοίως. καὶ εἴς τε τὴν Μυτιλήνην ἐγὼ αἴτιος ἦ πεμφθῆναι ἄγγελον, καὶ τῇ ἐμῇ γνώμῃ ἐπέμπετο.