Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[180]
καὶ ταύτας ἡμᾶς ἠνάγκασεν ἐν στήλαις λιθίναις ἀναγράψαντας ἐν τοῖς κοινοῖς τῶν ἱερῶν καταθεῖναι, πολὺ κάλλιον τρόπαιον τῶν ἐν ταῖς μάχαις γιγνομένων: τὰ μὲν γὰρ ὑπὲρ μικρῶν ἔργων καὶ μιᾶς τύχης ἐστίν, αὗται δ᾽ ὑπὲρ ἅπαντος τοῦ πολέμου καὶ καθ᾽ ὅλης τῆς Ἑλλάδος ἑστήκασιν.