Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
ὥσθ᾽ οἷόν τ᾽ εἶναι περὶ τῶν αὐτῶν πολλαχῶς ἐξηγήσασθαι, καὶ τά τε μεγάλα ταπεινὰ ποιῆσαι καὶ τοῖς μικροῖς μέγεθος περιθεῖναι, καὶ τά τε παλαιὰ καινῶς διελθεῖν καὶ περὶ τῶν νεωστὶ γεγενημένων ἀρχαίως εἰπεῖν, οὐκέτι φευκτέον ταῦτ᾽ ἐστὶ περὶ ὧν ἕτεροι πρότερον εἰρήκασιν, ἀλλ᾽ ἄμεινον ἐκείνων εἰπεῖν πειρατέον.