This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
ταυτὶ μὲν ἱκανῶς: τί δὲ τὸ ψήφισμα ἦν, ὅπερ
ἐν ἀρχῇ ἔλεγες κεκυρῶσθαι κατὰ τῶν πλουσίων ;
Μένιππος
εὖ γε ὑπέμνησας οὐ γὰρ οἶδ᾽ ὅπως περὶ τούτου λέγειν προθέμενος πάμπολυ ἀπεπλανήθην τοῦ λόγου. διατρίβοντος γάρ μου παρ᾽ αὐτοῖς προὔθεσαν οἱ πρυτάνεις ἐκκλησίαν περὶ τῶν κοινῇ συμφερόντων ἰδὼν οὖν πολλοὺς συνθέοντας ἀναμίξας ἐμαυτὸν τοῖς νεκροῖς εὐθὺς εἷς καὶ αὐτὸς ἦν τῶν ἐκκλησιαστῶν. διῳκήθη μὲν οὖν καὶ ἄλλα, τελευταῖον δὲ τὸ περὶ τῶν πλουσίων ἐπεὶ γὰρ αὐτῶν κατηγόρητο πολλὰ καὶ δεινά, βία καὶ ἀλαζονεία καὶ ὑπεροψία καὶ ἀδικία, τέλος ἀναστάς τις τῶν δημαγωγῶν ἀνέγνω ψήφισμα τοιοῦτον. Ψήφισμα

This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.