previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[6] σφαλεὶς οὖν καὶ τῆσδε τῆς ἐλπίδος ἔτι μᾶλλον ἐδυσχέραινον, ἠρέμα παραμυθούμενος ἐμαυτὸν ὅτι μετὰ πολλῶν καὶ σοφῶν καὶ σφόδρα ἐπὶ συνέσει διαβεβοημένων ἀνόητὸς τέ εἰμι καὶ τἀληθὲς ἔτι ἀγνοῶν περιέρχομαι. καὶ μοί ποτε διαγρυπνοῦντι τούτων ἕνεκα ἔδοξεν εἰς Βαβυλῶνα ἐλθόντα δεηθῆναί τινος τῶν μάγων τῶν Ζωροάστρου μαθητῶν καὶ διαδόχων: ἤκουον δ᾽ αὐτοὺς ἐπῳδαῖς τε καὶ τελεταῖς τισιν ἀνοίγειν τοῦ Ἃιδου τὰς πύλας καὶ κατάγειν ὃν ἂν βούλωνται ἀσφαλῶς καὶ ὀπίσω αὖθις ἀναπέμπειν. ἄριστον οὖν ἡγούμην εἶναι παρά τινος τούτων διαπραξάμενον [p. 84] τὴν κατάβασιν ἐλθόντα παρὰ Τειρεσίαν τὸν Βοιώτιον μαθεῖν παρ᾽ αὐτοῦ ἅτε μάντεως καὶ σοφοῦ, τίς ἐστιν ἄριστος βίος καὶ ὃν ἄν τις ἕλοιτο εὖ φρονῶν. καὶ δὴ ἀναπηδήσας ὡς εἶχον τάχους ἔτεινον εὐθὺ Βαβυλῶνος: ἐλθὼν δὲ συγγίγνομαί τινι τῶν Χαλδαίων σοφῷ ἀνδρὶ καὶ θεσπεσίῳ τὴν τέχνην, πολιῷ μὲν τὴν κόμην, γένειον δὲ μάλα σεμνὸν καθειμένῳ, τοὔνομα δὲ ἦν αὐτῷ Μιθροβαρζάνης. δεηθεὶς δὲ καὶ καθικετεύσας μόγις ἐπέτυχον παρ᾽ αὐτοῦ, ἐφ᾽ ὅτῳ βούλοιτο μισθῷ,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: