Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
πρῶτον μέν, εἴ τις, ὦ ἄνδρες Ἀθηναῖοι, θαρρεῖ, ὁρῶν ἡλίκος ἤδη καὶ ὅσων κύριός ἐστι Φίλιππος, καὶ μηδέν᾽ οἴεται κίνδυνον φέρειν τοῦτο τῇ πόλει μηδ᾽ ἐφ᾽ ὑμᾶς πάντα παρασκευάζεσθαι, θαυμάζω, καὶ δεηθῆναι πάντων ὁμοίως ὑμῶν βούλομαι τοὺς λογισμοὺς ἀκοῦσαί μου διὰ βραχέων, δι᾽ οὓς τἀναντί᾽ ἐμοὶ παρέστηκε προσδοκᾶν καὶ δι᾽ ὧν ἐχθρὸν ἡγοῦμαι Φίλιππον: ἵν᾽, ἐὰν μὲν ἐγὼ δοκῶ βέλτιον προορᾶν, ἐμοὶ πεισθῆτε, ἂν δ᾽ οἱ θαρροῦντες καὶ πεπιστευκότες αὐτῷ, τούτοις προσθῆσθε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.