Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
18.
τῶν δὲ ὀστέων τὸ μὲν ἔσω τοῦ ἀντικνημίου καλεομένου ὀχλω
δέστερον ἐν τῇ ἰητρείῃ ἐστὶ,
καὶ κατατάσιος μᾶλλον δεόμενον,
καὶ ἢν μὴ ὀρθῶς τὰ ὀστέα τεθῇ,
ἀδύνατον κρύψαι,
φανερὸν γὰρ καὶ
ἄσαρκον πᾶν ἐστιν:
καὶ ἐπιβαίνειν ἐπὶ τὸ σκέλος πολλῷ βραδύτερον δύναιντ᾽ ἂν,
τουτέου κατεηγότος.
ἢν δὲ τὸ ἔξω ὀστέον
κατεηγῇ,
πουλὺ μὲν εὐφορώτερον φέρουσι,
πουλὺ δ᾽ εὐκρυπτότερον,
καὶ ἢν μὴ καλῶς ξυντεθῇ,
ἐπίσαρκον γάρ ἐστιν:
ἐπὶ
πόδας τε ταχέως ἵστανται,
τὸ πλεῖστον γὰρ τοῦ ἄχθεος ὀχέει τὸ
ἔσωθεν τοῦ ἀντικνημίου ὀστέον.
ἅμα μὲν γὰρ αὐτῷ τῷ σκέλει καὶ
τῇ ἰθυωρίῃ τοῦ ἄχθεος τοῦ κατὰ τὸ σκέλος,
τὸ πλεῖον ἔχει τοῦ πόνου τὸ ἔσω ὀστέον:
τοῦ γὰρ μηροῦ ἡ κεφαλὴ ὑπεροχέει τὸ ὕπερθεν τοῦ σώματος,
αὕτη δὲ εἴσωθεν πέφυκε τοῦ σκέλεος,
καὶ
οὐκ ἔξωθεν,
ἀλλὰ κατὰ τὴν τοῦ ἀντικνημίου ἴξιν:
ἅμα δὲ τὸ
ἄλλο ἥμισυ τοῦ σώματος γειτονεύεται μᾶλλον ταύτῃ τῇ ἴξει,
ἀλλ᾽ οὐχὶ τῇ ἔξωθεν:
ἅμα δὲ,
ὅτι παχύτερον τὸ ἔσω τοῦ ἐξωθεν,
ὥσπερ τὸ ἐν τῷ πήχει τὸ κατὰ τὴν τοῦ μικροῦ δακτύλου
ἴξιν λεπτότερον καὶ μακρότερον.
ἐν μέντοι τῷ ἄρθρῳ τῷ κάτω
οὐχ ὁμοίη ἡ ὑπότασις τοῦ ὀστέου τοῦ μακροτέρου:
ἀνομοίως
γὰρ ὁ ἀγκὼν καὶ ἡ ἰγνύη κάμπτεται.
διὰ οὖν ταύτας τὰς
προφάσιας,
τοῦ μὲν ἔξωθεν ὀστέου κατεηγότος,
ταχεῖαι αἱ
ἐπιβάσιες,
τοῦ δὲ ἔσωθεν κατεηγότος,
βραδεῖαι αἱ ἐπιβάσιες.