previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


27.

αὐτὴ δὲ ἰητρείη τῶν ἑλκέων, καὶ οἷσιν ὀστέα μὲν κατέηγεν, ἕλκος δὲ ἐξ ἀρχῆς μηδὲν ἦν, ἐν δὲ τῇ ἰητρείῃ ἐπιγίνεται, τοῖσιν ὀθονίοισιν μᾶλλον πιεχθέντος νάρθηκος ὑπὸ ἐνέδρης, ὑπὸ ἄλλης τινὸς προφάσιος.

γινώσκεται μὲν οὖν τὰ τοιαῦτα, ἢν ἕλκος ὑπῇ, τῇ τε ὀδύνῃ καὶ τοῖσι σφυγμοῖσιν: καὶ τὸ οἴδημα τὸ ἐν τοῖσιν ἄκροισι, σκληρότερον γίνεται τῶν τοιουτέων, καὶ εἰ τὸν δάκτυλον ἐπαγάγοις, τὸ ἔρευθος ἐξαιρέεται, ἀτὰρ καὶ αὖθις

ὑποτρέχει ταχέως.

ἢν οὖν τι τοιοῦτον ὑποπτεύῃς, λύσαντα χρὴ, ἢν μὲν κνησμὸς κατὰ τὰς ὑποδεσμίδας, ἐπὶ τὸ ἄλλο τὸ ἐπιδεδεμένον, πισσηρῇ κηρωτῇ ἀντὶ τῆς ἑτέρης χρῆσθαι.

ἢν δὲ τούτων μὲν μηδὲν , αὐτὸ δὲ τὸ ἕλκος ἠρεθισμένον εὑρίσκηται, μέλαν ἐπὶ πουλὺ ἀκάθαρτον, καὶ τῶν μὲν σαρκῶν ἐκπυησομένων, τῶν δὲ νεύρων προσεκπεσουμένων, τουτέους οὐδὲν χρὴ ἀναψύχειν παντάπασιν, οὐδέ τι φοβεῖσθαι τὰς ἐκπυήσιας ταύτας, ἀλλ᾽ ἰητρεύειν, τὰ μὲν ἄλλα παραπλήσιον τρόπον, ὥσπερ καὶ οἷσιν ἐξ ἀρχῆς ἕλκος ἐγένετο.

τοῖσι δὲ ὀθονίοισιν ἄρχεσθαι χρὴ ἐπιδέοντα ἀπὸ τοῦ οἰδήματος τοῦ ἐν τοῖσιν ἀκραίοις πάνυ χαλαροῖσι,

καὶ ἔπειτα ἐπινέμεσθαι τῇ ἐπιδέσει αἰεὶ ἐς τὸ ἄνω, καὶ πεπιέχθαι μὲν μηδαμῇ, ἡρμόσθαι δὲ μάλιστα κατὰ τὸ ἕλκος, τὰ δὲ ἄλλα ἐπὶ ἧσσον.

τὰ δὲ ὀθόνια τὰ πρῶτα, ταῦτα μὲν καθαρὰ ἔστω καὶ μὴ στενά: τὸ δὲ πλῆθος τῶν ὀθονίων ἔστω, ὅσον περ καὶ ἐν τοῖσι νάρθηξιν εἰ ἐπιδέοιντο, ὀλίγῳ ἔλασσον.

ἐπὶ δὲ αὐτὸ τὸ ἕλκος ἱκανὸν σπληνίον τῇ λευκῇ κηρωτῇ κεχρισμένον: ἤν τε γὰρ σὰρξ, ἤν τε νεῦρον μελανθῇ, προσεκπεσεῖται: τὰ γὰρ τοιαῦτα οὐ χρὴ δριμέσιν ἰητρεύειν, ἀλλὰ μαλθακοῖσιν, ὥσπερ τὰ πυρίκαυστα.

Μετεπιδεῖν δὲ διὰ τρίτης, νάρθηκας δὲ μὴ προστιθέναι: ἀτρεμέειν δὲ ἐπὶ μᾶλλον, τὸ πρόσθεν, καὶ ὀλιγοσιτέειν.

εἰδέναι δὲ χρὴ, εἴ τε σὰρξ, εἴ τε νεῦρον τὸ ἐκπεσούμενόν ἐστιν, ὅτι οὕτω πολλῷ μὲν ἧσσον νέμεται ἐπὶ πλεῖον, πολλῷ δὲ θᾶσσον ἐκπεσεῖται, πολλῷ δὲ ἰσχνότερα τὰ περιέχοντα ἔσται, εἴ τις, ἀπολύσας τὰ ὀθόνια, ἐπιθείη τι τῶν καθαρτικῶν φαρμάκων ἐπὶ τὸ ἕλκος.

καίτοι καὶ ἢν ἐκπέσῃ τὸ ἐκπεσούμενον, θᾶσσόν τε σαρκοῦται ἐκείνως ἑτέρως ἰητρευόμενον, καὶ θᾶσσον ὠτειλοῦται.

πάντα μήν ἐστι ταῦτα ὀρθῶς ἐπιδεῖν καὶ μετρίως ἐπίστασθαι.

Προσσυμβάλλεται δὲ καὶ τὰ σχήματα, καὶ οἷα χρὴ, εἶναι, καὶ ἄλλη δίαιτα, καὶ τῶν ὀθονίων ἐπιτηδειότης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: