Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
8.
οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νουσημάτων πάντες
κακοί:
οὔτε γὰρ τοῦ πυρὸς ἀπαλλάσσουσιν,
ἐπώδυνοί τέ εἰσι κάρτα
καὶ θανατώδεες.
ἄρχονται δὲ οἱ πλεῖστοι μὲν ἀπὸ τῶν κενεώνων
καὶ τῆς ὀσφύος,
οἱ δὲ ἀπὸ τοῦ ἥπατος:
οἷσι μὲν οὖν ἀπὸ τῶν
κενεώνων καὶ τῆς ὀσφύος αἱ ἀρχαὶ γίγνονται,
οἵ τε πόδες οἰδέουσι,
καὶ διάῤΡ῾οιαι πολυχρόνιον ἔχουσιν,
οὔτε τὰς ὀδύνας λύουσαι τὰς
ἐκ τῶν κενεώνων καὶ τῆς ὀσφύος,
οὔτε τὴν γαστέρα λαπάσσουσαι:
ὁκόσοισι δὲ ἀπὸ τοῦ ἥπατος ὕδρωπες γίγνονται,
βῆξαί τε
θυμὸς τούτοισιν ἐγγίγνεται,
καὶ οὐδέν τι ἀποπτύουσιν ἄξιον λόγου,
καὶ οἱ πόδες οἰδέουσι,
καὶ ἡ γαστὴρ οὐ διαχωρέει,
εἰ μὴ σκληρά
τε καὶ πρὸς ἀνάγκην,
καὶ περὶ τὴν κοιλίην γίγνεται οἰδήματα,
τὰ
μὲν ἐπὶ δεξιὰ,
τὰ δ᾽ ἐπ᾽ ἀριστερὰ,
ἱστάμενά τε καὶ καταπαυόμενα.