previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτε δ᾽ ἔστιν ἐξ ἀρχῆς καὶ τούτους κἀκείνους χειροῦσθαι δι᾽ ἐκείνων καὶ τούτους αἱρεῖν, πανταχῆ νικᾷ τὰ βέλτιστα.

μάρτυρας δὲ καὶ τούτων ἔχομεν ποιητὰς, οἳ τοὺς [p. 562] ἀρίστους καὶ ἀσφαλεστάτους τῶν ῥητόρων μάλιστα ζηλοῦσθαί φασι καὶ μακαρίζεσθαι παρὰ τοῖς πλήθεσι. καὶ τί δεῖ τοὺς παλαιοὺς καταλέγειν ποιητὰς ῥήτορας; ἀλλ᾽ ἡμῶν τουτωνὶ, θεὸς δ᾽ εὐμενὴς παραπέμποι τὸν λόγον, τίνες πω μείζους θορύβους ἐν συλλόγοις ἐκίνησαν; τίς μᾶλλον σὺν θεοῖς εἰπεῖν, τουτὶ γὰρ ἔμοιγε ἡγείσθω πάσης παρρησίας, ἀμφοτέρων ἥψατο τῶν ἐθνῶν, λέγω καὶ τῶν δεξιῶν καὶ τῶν οὓς πολλοὺς ὀνομάζομεν, οἵ γε καὶ μηδενὸς αὐτοὺς ἐπαναγκάζοντος νόμου διώμοτοι τὴν ψῆφον φέρουσιν. ἐῶ τἄλλα. ἀλλ᾽ νυνὶ φθέγγεσθε ἐπὶ τούτοις ὁρᾶτε δήπουθεν. ἔστιν οὖν τι πώποτε πρὸς χάριν ἡμεῖς εἴπομεν τῶν ἀκροατῶν; οὐδὲ γρῦ. καίτοι πολλὰ καὶ παντοῖα. μόνοι γὰρ τῶν πώποτε ἁψαμένων λόγων εὐχόμεθα, ὅπερ μετριώτατον εἰπεῖν, ὁπόσα ἐστὶ καὶ νομίζεται περὶ λόγους ἀγαθὰ εἰς μίαν δύναμιν κατακλείσαντες δεικνύναι μεθ᾽ [p. 563] ὑπερβολῆς. οὕτως ἐγώ. καὶ οὐδ᾽ ὁτιοῦν φαίην ἂν χαρίζεσθαι καὶ οὐδὲν τι οὐ χαρίζεσθαι, ἀνθ᾽ ὧν εἰκότως τὰ προσήκοντα χαρίζομαι. εἶτ᾽ ἐγὼ τετηρηκὼς ἐπὶ τῶν πραγμάτων καὶ τῶν αὐτὸς ἐμαυτοῦ λόγων ὡς οὐκ ἀμισθὶ τὸ τὰ βέλτιστα λέγειν περιγίγνεται, συγχωρῶ τοῖς φληνάφοις τούτοις καταψεύδεσθαι τῶν πολλῶν, ὅτι τούτων ἕνεκα ἀμαθαίνουσιν; οὐχ ἕως γ᾽ ἂν ἐμαυτὸν ὑπάρχω γιγνώσκων. εἰ δέ τινες φάσκοντες αὖ βέλτιον κατὰ τούτους προῃρῆσθαι μὴ τυγχάνουσι τῶν πολλῶν, ἀλλ᾽ ἀποσβέννυνται πρίν τινα ἰδεῖν τὴν φλόγα, οὐδὲν τοῦτό γ᾽ ἐστὶ κατὰ τῶν σεμνοτέρων λόγων ὅλως κρειττόνων. ἐνδείᾳ γὰρ τῶν μεγίστων αὐτὸ πάσχουσιν, οὔτε γνώμην ἱκανὴν οὔτε κόσμον παρασχόμενοι περὶ τοὺς λόγους. εἰ δ᾽ ἦσαν τέλεοι τὴν μουσικὴν, τῷ Ὀρφεῖ λέγεται προσεῖναι


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: