previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δ᾽ εὐθὺς καταγελῶσι, μᾶλλον δὲ καὶ παρ᾽ αὐτὴν τὴν θέαν οὕτω χαίρουσιν ὡς ἄν τινες παίζοντες. ἀλλ᾽ οὐδέν γ᾽, οἶμαι, γελοῖον τιμιώτερον τῶν σπουδαίων, οὕτω πολλοῦ δεῖ τά γε δὴ καταγέλαστα ἔμπροσθεν ἄν ποτε τῶν σπουδαίων γενέσθαι. ἀλλὰ μὴν ὅπου καὶ αὐτὸ τὸ εὐδοξεῖν περὶ πολλοῦ ποιούμεθα ὑπὲρ τῆς εἰς ὕστερον μνήμης, ὧν γ᾽ ἐφ᾽ ἡμέρᾳ καὶ παραχρῆμα τέθνηκεν δόξα, ποῦ τις ἂν τούτους τιθείη; νὴ Δί᾽ ἀλλὰ καὶ Ἡρακλῆς ἐν Λυδοῖς ὠρχήσατο. οἱ δέ γ᾽ αὐτοὶ κἀκεῖνο μυθολογοῦσι περὶ Ἡρακλέους, ὅτι τὴν γυναῖκα τὴν αὑτοῦ καὶ τοὺς υἱεῖς ἀπέκτεινεν, οὐχ ὡς θέμις εἰπεῖν διατεθείς: τίς ἂν πείθοιτο εὖ φρονῶν; σὺ δ᾽ οὖν εἰ τὰ μάλιστα πιστεύεις, ἀπόκριναί μοι πρὸς αὐτοῦ τοῦ Ἡρακλέους, εἰ καὶ αὐτὸς τούτου χάριν ἡδέως ἂν τὰ σαυτοῦ διαφθείραις. ἀλλ᾽ οὐκ ἐρεῖς. ἐγὼ δ᾽ εἰ μὲν ὠρχήσατο ἐν Λυδοῖς Ἡρακλῆς οὐκ ἔχω λέγειν, εἰ δ᾽ ἄρα, ἀλλὰ μιᾷ γε ἡμέρᾳ καὶ τῆς παιδιᾶς ἕνεκα καὶ ἅμα σκώπτων ἴσως τοὺς Λυδοὺς, καὶ τέταρτον εἴποιμ᾽ ἂν ὅτι οὐδέν γε χείρων ἐν οἷς ὠρχεῖτο ἐγίγνετο, ἀλλ᾽ ἦν ὅστις ἦν. οἶδα δὲ καὶ Λακωνικάς τινας ὀρχήσεις καὶ [p. 569]τραγικάς γ᾽ ἑτέρας, ἐμμελείας, οἶμαι, καλουμέναςοὐ γὰρ ὄρχησις αἰσχρὸν, ἀλλὰ τὸ αἰσχρὸν φευκτὸν πανταχοῦἀλλ᾽ ὑμεῖς οὐκ ἐν Λυδοῖς, οὐδ᾽ εἰσάπαξ, οὐδὲ σκώπτοντες, οὐδ᾽ ὑγιαίνοντες τἄνδοθεν, ἀλλ᾽ ἐν ἅπασιν ἀνθρώποις ἁπάσας τὰς ἡμέρας ἐξορχεῖσθε, μὴ ὅτι τοῦ Ἡρακλέους, ἀλλ᾽ οὐδὲ τῆς Ὀμφάλης ἐπαινεῖν ἦν. τίσι δὲ καὶ προσήκων χαρακτήρ; πότερον τοῖς περὶ τοὺς πολιτικοὺς καὶ ἀγωνιστικοὺς τῶν λόγων; τἀναντία μέντἂν πάθοιεν τῷ Καινεῖ τῷ Θετταλῷ γυναῖκες ἐξ ἀνδρῶν γενόμενοι. ἀλλὰ τοῖς περὶ τὴν διαλεκτικήν; χαρίεις γ᾽ ἂν οὖν εἴης, μάσθλης, ἐπὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ καρτερίαν ἐν τούτῳ τῷ μέλει παρακαλῶν, οὐ καρτερῶν αὐτὸς μένειν ἐν τῇ τάξει τῶν λόγων, ὡσπερεὶ Σαρδανάπαλλος τῇ κερκίδι τὴν κρόκην ὠθῶν ᾖδε τοὺς εἰς τὴν μάχην παρακλητικούς. ἀλλ᾽ ἡγεμόσι δὴ πρέπων τρόπος; ἀλλὰ τοῖς βασιλεῦσιν;


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: