Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[49]
καὶ μὲν δὴ καὶ τοῦτο δῆλον, ὅτι τῆς φιλοσοφίας ἐπικήρως διακειμένης καὶ φθονουμένης διὰ τοὺς τοιούτους τῶν λόγων ἔτι μᾶλλον αὐτὴν μισήσουσιν.ἢν οὖν ἐμοὶ πείθῃ, μάλιστα μὲν οὐ ποιήσει τοῦ λοιποῦ πονηρὰς ὑποθέσεις, εἰ δὲ μή, τοιαῦτα ζητήσεις λέγειν ἐξ ὧν μήτ᾽ αὐτὸς χείρων εἶναι δόξεις μήτε τοὺς μιμουμένους λυμανεῖ μήτε τὴν περὶ τοὺς λόγους παίδευσιν διαβαλεῖς.