Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
οὐ γὰρ μικρὰ τὰ ἁμαρτήματα οὐδὲ συγγνώμης ἄξια, οὐδ᾽ ἐλπίδα παρέχοντα ὡς ἔσται τοῦ λοιποῦ βελτίων, ἀλλ᾽ οὕτω πεπραγμένα καὶ εἰς τοσοῦτον κακίας ἀφιγμένα, ὥστ᾽ ἐπ᾽ ἐνίοις1 ὧν οὗτος φιλοτιμεῖται καὶ2 τοὺς ἐχθροὺς αἰσχύνεσθαι. ἐγὼ μέντοι, ὦ ἄνδρες δικασταί, καὶ πρότερον πρὸς τοὺς πατέρας ἡμῖν διαφορᾶς ὑπαρχούσης, καὶ πάλαι τοῦτον πονηρὸν3 ἡγούμενος, καὶ νῦν ὑπ᾽ αὐτοῦ πεπονθὼς κακῶς, πειράσομαι ὑπὲρ4 πάντων τῶν πεπραγμένων μεθ᾽ ὑμῶν αὐτὸν τιμωρήσασθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.