Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
ὅτι μὲν γὰρ καὶ ἡ θάλαττα ἱκανὴ
προκαλέσασθαι καὶ εἰς ἐπιθυμίαν ἐπισπάσασθαι
ἐν γαλήνῃ φανεῖσα, ἴστε, κἂν μὴ εἴπω: ὅτε, εἰ καὶ παντάπασιν ἠπειρώτης καὶ ἀπειρόπλους τις εἴη, πάντως ἂν ἐθελήσειε καὶ αὐτὸς ἐμβῆναι καὶ περιπλεῦσαι καὶ πολὺ ἀπὸ τῆς γῆς ἀποσπάσαι,
καὶ μάλιστα εἰ βλέποι τὴν μὲν αὔραν κούφως
ἐπουριάζουσαν τὴν ὀθόνην, τὴν δὲ ναῦν προσηνῶς
τε καὶ λείως ἐπ᾽ ἄκρων ἠρέμα διολισθάνουσαν τῶν κυμάτων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.