Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
καὶ τοίνυν ἡ τοῦδε τοῦ οἴκου ὀροφή, μᾶλλον
δὲ κεφαλή, εὐπρόσωπος μὲν καὶ καθ᾽ ἑαυτήν, τῷ
χρυσῷ δ᾽ ἐς τοσοῦτον κεκόσμηται, ἐς ὅσον καὶ
οὐρανὸς ἐν νυκτὶ ὑπὸ τῶν ἀστέρων ἐκ διαστήματος περιλαμπόμενος καὶ ἐκ διαλείμματος ἀνθῶν τῷ πυρί. εἰ δέ γε πῦρ ἦν τὸ πᾶν, οὐ καλὸς ἄν, ἀλλὰ φοβερὸς ἡμῖν ἔδοξεν. ἴδοι δ᾽ ἄν τις οὐδ᾽ ἀργὸν
ἐνταῦθα τὸν χρυσὸν οὐδὲ μόνου τοῦ τέρποντος
εἵνεκα τῷ λοιπῷ κόσμῳ συνεσπαρμένον, ἀλλὰ
[p. 186] καὶ αὐγήν τινα ἡδεῖαν ἀπολάμπει καὶ τὸν
οἶκον ὅλον ἐπιχρώννυσι τῷ ἐρυθήματι: ὁπόταν γὰρ τὸ φῶς προσπεσὸν ἐφάψηται καὶ ἀναμιχθῇ
τῷ χρυσῷ, κοινόν τι ἀπαστράπτουσι καὶ διπλασίαν τοῦ ἐρυθήματος ἐκφαίνουσι τὴν αἰθρίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.