previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δυσχέρειας ΙΘ᾽

ἔστιν δυσχέρεια ἀθεραπευσία σώματος λύπης παρασκευαστική, [2] δὲ δυσχερὴς τοιοῦτός τις, οἷος λέπραν ἔχων καὶ ἀλφὸν καὶ τοὺς ὄνυχας μεγάλους περιπατεῖν καὶ φῆσαι ταῦτα εἶναι αὑτῷ συγγενικὰ ἀρρωστήματα: ἔχειν γὰρ αὐτὸν καὶ τὸν πατέρα καὶ τὸν πάππον, καὶ οὐκ εἶναι ῥᾴδιον αὐτὸν [3] εἰς τὸ γένος ὑποβάλλεσθαι. ἀμέλει δὲ δεινὸς καὶ ἕλκη ἔχειν ἐν τοῖς ἀντικνημίοις καὶ προσπταίσματα ἐν τοῖς δακτύλοις καὶ μὴ θεραπεῦσαι ἀλλ᾽ ἐᾶσαι θηριωθῆναι: καὶ τὰς μασχάλας δὲ θηριώδεις καὶ δασείας ἔχειν ἄχρι ἐπὶ πολὺ τῶν πλευρῶν καὶ τοὺς ὀδόντας μέλανας καὶ ἐσθιομένους, ὥστε δυσέντευκτος εἶναι καὶ ἀηδής.

[4] καὶ τὰ τοιαῦτα: ἐσθίων ἀπομύττεσθαι: θύων ἅμ᾽ ἀδαξᾶσθαι: προσλαλῶν ἀπορρίπτειν ἀπὸ τοῦ στόματος: ἅμα [5] πιὼν προσερυγγάνειν. ἀναπίπτοντος ἐν τοῖς στρώμασι μετὰ [6] τῆς γυναικὸς αὐτοῦ κοιμᾶσθαι. ἐλαίῳ σαπρῷ ἐν βαλανείῳ [7] χρώμενος σφύζεσθαι. καὶ χιτωνίσκον παχὺν καὶ ἱμάτιον σφόδρα λεπτὸν καὶ κηλίδων μεστὸν ἀναβαλόμενος εἰς ἀγορὰν ἐξελθεῖν.

[8] καὶ εἰς [ἐξ] ὀρνιθοσκόπου τῆς μητρὸς ἐξελθούσης βλασφημῆσαι. [9] καὶ εὐχομένων καὶ σπενδόντων ἐκβαλεῖν τὸ [10] ποτήριον καὶ γελάσαι ὡς τεράστιόν τι πεποιηκώς. καὶ αὐλούμενος δὲ κροτεῖν ταῖς χερσὶ μόνος τῶν ἄλλων καὶ συντερετίζειν καὶ ἐπιτιμᾶν τῇ αὐλητρίδι, τί οὐ ταχὺ παύσαιτο. [11] καὶ ἀποπτύσαι δὲ βουλόμενος ὑπὲρ τῆς τραπέζης, προσπτύσαι τῷ οἰνοχόῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: