previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κολακείας Β᾽

τὴν δὲ κολακείαν ὑπολάβοι ἄν τις ὁμιλίαν αἰσχρὰν εἶναι, συμφέρουσαν δὲ τῷ κολακεύοντι, τὸν δὲ κόλακα τοιοῦτόν [2] τινα, ὥστε ἅμα πορευόμενον εἰπεῖν: 'ἐνθυμῇ, ὡς ἀποβλέπουσι πρὸς δὲ οἱ ἄνθρωποι; τοῦτο δὲ οὐθενὶ τῶν ἐν τῇ πόλει γίγνεται πλὴν σοί.' 'ηὐδοκίμεις χθὲς ἐν τῇ στοᾷ:' πλειόνων γὰρ τριάκοντα ἀνθρώπων καθημένων καὶ ἐμπεσόντος λόγου, τίς εἴη βέλτιστος, ἀπ᾽ αὐτοῦ ἀρξαμένους πάντας ἐπὶ τὸ ὄνομα [3] αὐτοῦ κατενεχθῆναι. καὶ ἄλλα τοιαῦτα λέγων ἀπὸ τοῦ ἱματίου ἀφελεῖν κροκύδα, καὶ ἐάν τι πρὸς τὸ τρίχωμα τῆς κεφαλῆς ὑπὸ πνεύματος προσενεχθῇ ἄχυρον, καρφολογῆσαι. καὶ ἐπιγελάσας δὲ εἰπεῖν: 'ὁρᾶς; ὅτι δυοῖν σοι ἡμερῶν οὐκ ἐντετύχηκα, πολιῶν ἔσχηκας τὸν πώγωνα μεστόν, καίπερ εἴ τις καὶ ἄλλος ἔχεις πρὸς τὰ ἔτη μέλαιναν τὴν τρίχα.' [4] καὶ λέγοντος δὲ αὐτοῦ τι τοὺς ἄλλους σιωπᾶν κελεῦσαι, καὶ ἐπαινέσαι δὲ ἀκούοντος, καὶ ἐπισημήνασθαι δέ, εἰ παύσαιτο, 'ὀρθῶσ᾽, καὶ σκώψαντι ψυχρῶς ἐπιγελάσαι τό τε ἱμάτιον ὦσαι εἰς τὸ στόμα ὡς δὴ οὐ δυνάμενος κατασχεῖν τὸν [5] γέλωτα. καὶ τοὺς ἀπαντῶντας ἐπιστῆναι κελεῦσαι, ἕως ἂν [6] αὐτὸς παρέλθῃ. καὶ τοῖς παιδίοις μῆλα καὶ ἀπίους πριάμενος εἰσενέγκας δοῦναι ὁρῶντος αὐτοῦ, καὶ φιλήσας δὲ εἰπεῖν: [7] 'χρηστοῦ πατρὸς νεοττία.' καὶ συνωνούμενος ἐπικρηπῖδας [8] τὸν πόδα φῆσαι εἶναι εὐρυθμότερον τοῦ ὑποδήματος. καὶ πορευομένου πρός τινα τῶν φίλων προδραμὼν εἰπεῖν ὅτι 'πρὸς σὲ ἔρχεται᾽, καὶ ἀναστρέψας ὅτι 'προσήγγελκα᾽. [9] ἀμέλει δὲ καὶ τὰ ἐκ γυναικείας ἀγορᾶς διακονῆσαι δυνατὸς [10] ἀπνευστί. καὶ τῶν ἑστιωμένων πρῶτος ἐπαινέσαι τὸν οἶνον καὶ παραμένων εἰπεῖν: 'ὡς μαλακῶς ἐσθίεισ᾽, καὶ ἄρας τι τῶν ἀπὸ τῆς τραπέζης φῆσαι: 'τουτὶ ἄρα ὡς χρηστόν ἐστι᾽, καὶ ἐρωτῆσαι, μὴ ῥιγοῖ, καὶ εἰ ἐπιβάλλεσθαι βούλεται, καὶ εἴ τι περιστείλῃ αὐτόν: καὶ μὴν ταῦτα λέγων πρὸς τὸ οὖς προσπίπτων διαψιθυρίζειν: καὶ εἰς ἐκεῖνον ἀποβλέπων τοῖς [11] ἄλλοις λαλεῖν. καὶ τοῦ παιδὸς ἐν τῷ θεάτρῳ ἀφελόμενος [12] τὰ προσκεφάλαια αὐτὸς ὑποστρῶσαι. καὶ τὴν οἰκίαν φῆσαι εὖ ἠρχιτεκτονῆσθαι καὶ τὸν ἀγρὸν εὖ πεφυτεῦσθαι καὶ τὴν εἰκόνα ὁμοίαν εἶναι.

[13] καὶ τὸ κεφάλαιον τὸν κόλακα ἔστι θεάσασθαι πάντα καὶ λέγοντα καὶ πράττοντα, χαριεῖσθαι ὑπολαμβάνει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: