Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
πολὺ δὲ μάλιστ᾽ ἀγανακτοῦμεν ὅτι τοσούτου δέομεν τῶν ἴσων ἀξιοῦσθαι τοῖς ἄλλοις Ἕλλησιν, ὥστ᾽ εἰρήνης οὔσης καὶ συνθηκῶν γεγενημένων οὐχ ὅπως τῆς κοινῆς ἐλευθερίας μετέχομεν, ἀλλ᾽ οὐδὲ δουλείας μετρίας τυχεῖν ἠξιώθημεν.