Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[134]
τὸ δ᾽ οὐχ οὕτως ἀλλὰ τοὐναντίον φιλεῖ συμβαίνειν. ἢν γὰρ τούτοις ἀρέσκῃς, ἅπαν ὅ τι ἂν πράξῃς οὐ πρὸς τὴν ἀλήθειαν κρινοῦσιν ἀλλὰ πρὸς τὸ σοὶ συμφέρον ὑπολήψονται, καὶ τὰ μὲν ἁμαρτανόμενα παρόψονται, τὸ δὲ κατορθωθὲν οὐρανόμηκες ποιήσουσιν: ἡ γὰρ εὔνοια πάντας οὕτω διατίθησιν.